1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

78

ὅτι ἥμαρτον αὐτῷ· οἶδα γὰρ τῆς τι μωρίας τὸ δίκαιον, εἰς τὸ μέγεθος ἀποβλέπων τῆς ἁμαρτίας. Ἀναμένω δὲ ὅμως τὴν δικαίαν κατὰ τῶν πολεμησάντων κρίσιν. Εἰ γὰρ καὶ ἐγὼ δίκας ἔτισα ὑπὲρ ὧν ἐπλημμέλησα, ἀλλ' ἐκεῖνοι ἀδίκῳ κατ' ἐμοῦ ἐχρήσαντο γνώμῃ. Ταυτὴν ἔχει τὴν ἔννοιαν τὸ, "Ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, καὶ ποιήσῃ τὸ κρῖμά μου, καὶ ἐξάξῃ με εἰς τὸ φῶς, καὶ ὄψο μαι τὴν δικαιοσύνην αὐτοῦ." Ὑπὸ μὲν γὰρ αὐτοῦ κατακέκριμαι δικαίως· κατὰ δὲ ἐκείνων ἔχω δίκαια πάμπολλα, καὶ τούτου χάριν τὴν θείαν ψῆφον προσ μενῶ· ὅταν δὲ ταύτην ἐξενεχθεῖσαν θεάσωμαι, καὶ τῆς ἐκείνων δουλείας ἀπαλλαγῶ, ιʹ. "Ὄψεται ἡ ἐχθρά μου, καὶ καλύψει αὐτὴν αἰσχύνη, ἡ λέγουσα πρός με· Ποῦ ἐστιν ὁ Θεός σου;" Οὐ μόνον δὲ αὕτη ὄψεταί μου τὴν εὐ ημερίαν, καὶ τοῦ Θεοῦ μου τὴν δύναμιν, καθ' οὗ τὴν γλῶσσαν ἐξέτεινεν, ἀλλὰ καὶ ἐγὼ τὴν αὐτῆς ὄψομαι δυσπραξίαν. "Οἱ ὀφθαλμοί μου γὰρ ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα, ὡς πηλὸς ἐν ταῖς ὁδοῖς. (ιαʹ.) Ἡμέρα ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καὶ ἀπώσεται νόμιμά σου. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ αἱ πόλεις σου ἥξουσιν εἰς συγκλεισμὸν, καὶ εἰς διαμερισμὸν Ἀσσυρίων." Καθάπερ γὰρ ὁ εἰς ἀλοιφὴν καὶ χρίσμα τῶν πλίνθων κατασκευαζό μενος πηλὸς, θύραζε ῥιπτούμενος, ὑπὸ τῶν παριόντων ἁπάντων καταπατεῖται, ὥστε εἰς δέον τὰς βώλους διαλυθῆναι· οὕτως ἔσῃ πρόχειρος ἅπασι καὶ εὐ άλωτος, ὑπὸ πάντων τῶν περιοίκων ἀναιρουμένη καὶ πατουμένη. Τότε σου καὶ οἱ παράνομοι νόμοι λή ψονται πέρας, καὶ αἱ πόλεις ὑπομενοῦσι πολιορκίαν· τοῦτο γὰρ ἐκάλεσε συγκλεισμόν· καὶ τῶν ἐνοι κούντων τὸ πλῆθος ὑπὸ τῶν πολεμίων διαιρούμενον δουλεύειν ἀναγκασθήσεται. Ἐπειδὴ δὲ καὶ αἱ ἄλλαι περίοικοι πόλεις ταῖς Ἰουδαίων ἐφήδοντο συμφοραῖς, ἀναγκαίως καὶ Τύρου, καὶ Συρίας, καὶ τῶν ἄλλων 81.1784 μέμνηται πόλεων, τῶν ὑπὸ Ἀσσυρίων καὶ Βαβυλω νίων ἐκπορθηθεισῶν· λέγει δὲ καὶ τίνες αὗται, ἀπὸ τῶν ὅρων δήλας αὐτὰς ποιῶν. "Ἀπὸ θαλάσσης γὰρ, φησὶν, ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους." Τουτέστιν, ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης, τῆς πρὸς ἕω κειμένης, ἕως τῆς πρὸς ἑσπέραν, καὶ ἀπὸ τοῦ ὄρους τῶν Ἰδουμαίων ἕως τοῦ Λιβάνου, πάντες οἱ ἐν μέσῳ τοῖς πολεμίοις παραδοθήσονται. Τοῦτο γὰρ ἐπήγαγεν εἰρηκώς· "Ἡμέρα ὕδατος καὶ θορύβου." ∆ίκην γὰρ ὕδατος ῥοίζῳ φερομένου, τῆς στρατιᾶς ἐκείνης προσβαλεῖ τὸ πλῆθος, καὶ τὴν μὲν γῆν ἐρη μίᾳ περιβαλεῖ, σφαγῇ δὲ καὶ δουλείᾳ τοὺς οἰκήτορας παραδώσει. Καὶ τὴν αἰτίαν δεικνὺς, "Ἀπὸ καρ πῶν, φησὶν, ἐπιτηδευμάτων αὑτῶν." Οὕτω τὰ ἐσό μενα τοῖς ὁμόροις ἔθνεσι προθεσπίσας, τὴν μετὰ τὴν ἐπάνοδον εἰρήνην τῷ λαῷ προαγγέλλει. ιδʹ. "Ποίμαινε τὸν λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, πρόβατα κληρονομίας σου." Καὶ ἐπειδὴ τροπι κῶς τοὺς ἀνθρώπους ἐκάλεσε πρόβατα, ἐπέμε[ι]νε τῇ τροπῇ. "Κατασκηνοῦντας καταμόνας δρυμόν." Τοὺς τῶν ἐθνῶν, φησὶ, πάντων κεχωρισμένους, καὶ ἰδιά ζουσαν ἔχοντας τὴν νομήν. Τὸ δὲ, Ἐν ῥάβδῳ φυλῆς σου, τὴν τοῦ Ἰούδα σημαίνει φυλήν. Ἐκείνη γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν ἄλλων ἡγεῖτο, διαιρέσεως οὐκέτι τῶν φυλῶν γενομένης. Εἶτα διδάσκων, ὡς ἅπασαν ἣν πρὸ τῆς αἰχμαλωσίας κατεῖχον καθέξουσι γῆν μετὰ τὴν ἐπάνοδον, ἐπήγαγε· "∆ρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου νεμήσονται, τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος. (ιεʹ.) Καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου δείξω αὐτοῖς θαυμάσια." Ὅσην γὰρ, φησὶν, ἐξελθοῦσιν ὑμῖν ἐξ Αἰγύπτου χώραν ἐδωρησά μην, τοσαύτην ὑμῖν ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι παρ έξομαι, θαυματουργίαις καταπλήττων τοὺς πολεμεῖν ὑμᾶς πειρωμένους. Ταῦτα γὰρ τὰ ἔθνη θεώμενα, αἰσχύνης ἀναπλησθήσεται, καὶ τῆς οἰκείας δυνάμεως τὴν ἀσθένειαν βλέποντα, "Ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὑτῶν, καὶ τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται. (ιζʹ.) Λείξουσι γὰρ χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὑτῶν ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐκ στήσονται καὶ φοβηθήσονται ἀπὸ σοῦ." Ὁρῶντες γάρ σου τὴν ἐξαίφνης γινομένην εὐπραξίαν, καὶ τὴν παρ' ἐμοῦ χορηγουμένην βοήθειαν, οὐδὲ λόγους ἀπ ηχεῖς κατὰ σοῦ τολμήσουσι φθέγξασθαι· ἀλλὰ δίκην ὄφεων εἰς γῆν