1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

133

ποιμένων ἔχοντας, ἱερέας καὶ διδασκάλους, τοῦ δὲ πράγματος ἐρήμους ὑπ άρχοντας. ηʹ, θʹ. "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν πάσῃ τῇ γῇ λέγει Κύριος, τὰ δύο αὐτῆς μέρη ἐξ ολοθρευθήσεται καὶ ἐκλείψει· τὸ δὲ τρίτον ὑπολει φθήσεται ἐν αὐτῇ. Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον." Κατ' ἐκεῖνον, φησὶ, τὸν καιρὸν, μετὰ ταύτην αὐτῶν τὴν λύτταν, τὰς δύο μοίρας τοῦ πλήθους παραδώσω σφαγῇ, τὸ δὲ τρίτον καθάπερ ἀργύριον καὶ χρυσίον διὰ πυρὸς δοκιμάσω, τοῖς παντοδαποῖς παραδιδοὺς πειρασμοῖς· ὧν καταφρονοῦντες, καὶ διὰ καρτερίας τῶν λυπηρῶν ἁπάντων περιγιγνόμενοι, εἰλικρινῆ μοι καὶ γνησίαν δείξουσι τὴν διάθεσιν. "Αὐτὸς γὰρ, φησὶν, ἐπικαλέσεται τὸ ὄνομά μου, καὶ ἐγὼ ἐπακούσομαι αὐτοῦ, καὶ ἐρῶ· Λαός μου οὗτός ἐστι. Καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου." Λέγει ταῦτα περὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων. Πρὸς γὰρ τοῖς δώδεκα ἀποστόλοις καὶ ἑτέρους ἑβδομήκοντα ἐξελέξατο· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ ἑκατὸν εἴκοσι κατὰ ταυτὸν εὑρέθησαν ὄντες. Ὁ δὲ θεσπέ σιος Παῦλος καὶ πεντακοσίοις αὐτὸν ὁμοῦ συνηγμέ νοις ἔφησεν ὀφθῆναι. Ὁ δὲ θειότατος Πέτρος δη μηγορήσας, νῦν μὲν τρισχιλίους, νῦν δὲ πεντακισχι λίους εἰς ζωὴν ἐσαγήνευσεν. Ὁ δὲ μέγας Ἰάκωβος τῷ μακαρίῳ Παύλῳ φησί· "Θεωρεῖς, ἀδελφὲ, 81.1952 πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰου δαίων." Ταῦτα διὰ τοῦ θεσπεσίου Ζαχαρίου προ είρηκεν ὁ Θεὸς, ὅτι τὰ δύο μέρη διὰ τὴν ἀπιστίαν ἐξολοθρευθήσεται, τὸ δὲ τρίτον τοῖς πειρασμοῖς πυρωθὲν καὶ ἀποφανθὲν δόκιμον, λαὸς αὐτοῦ χρη ματίσει, Κύριον αὐτὸν καὶ Θεὸν ὀνομάζων. Τοῦτο καὶ δι' ἄλλου προφήτου φησὶν ὁ Θεός· "Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται." Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων πάλιν ὁ μακάριος Ζαχαρίας ἔφη.

ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ. αʹ. "Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου, καὶ δια μερισθήσεται τὰ σκῦλά σου ἐν σοί."

Τῶν πολε μίων δηλονότι ταῦτα διανεμομένων. βʹ. "Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερου σαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρ παγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσον ται· καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ· οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως·" Φασὶ γὰρ, Οὐ εσπασιανοῦ καὶ Τίτου μελλόντων ἐπιστρατεύειν, τοὺς τηνικαῦτα πιστοὺς ἐξ ἀποκαλύψεως τὴν πόλιν κατα λιπεῖν. Τοῦτο δὲ καὶ διὰ τῶν θείων Εὐαγγελίων ἐκέλευ σεν ὁ ∆εσπότης Χριστός· "Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, γινώσκετε ὅτι ἐγγὺς τὸ τέλος αὐτῆς· τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας." Περὶ τούτων καὶ διὰ τοῦ μακαρίου προεθέσπισε Ζαχαρίου, ὅτι "Οἱ κατάλοιποι οὐ μὴ ἐξολοθρευθῶσι. (γʹ.) Καὶ ἐξελεύσεται Κύριος ἐν παρατάξει ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου." Παρατάξεται δὲ, οὐκ Ἰουδαίων ὑπερ μαχῶν, ἀλλὰ κατ' ἐκείνων στρατηγῶν. "Καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ." Λέγει δὲ τῶν ἀγγέλων τὰ τάγματα. δʹ. "Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν." Ὅθεν γὰρ εἰς οὐρανοὺς ἀν ελήφθη, ἐκεῖθεν δίδωσι τοῖς κατ' Ἰουδαίων στρα τευομένοις τὴν νίκην. Εἶτα λέγει, ὅτι διαιρεθήσεται τετραχὰ τὸ ὄρος, ὡς τὸ μὲν κατ' ἀνατολὰς, τὸ δὲ κατὰ δυσμὰς, τὸ δὲ κατὰ βοῤῥᾶν, τὸ δὲ κατὰ νότον χωρῆσαι. "Καὶ σχισθήσεται γὰρ, φησὶ, τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς δύσιν θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤ ῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, φάραγξ με γάλη. (εʹ.) Καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων ἕως Ἰασσὰ, καὶ ἐμφραχθήσεται, ὃν τρόπον 81.1953 ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα." Ὄρος δὲ, ὡς οἶμαι, καλεῖτὴν φάλαγγα τῶν πολεμίων, εἰς