1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

89

Χαλδαίων ἐπαχθησο μένην αὐτοῖς τιμωρίαν, καὶ εἰδὼς ὡς καὶ περὶ τού του πολλοῖς τεχθήσεται ζήτησις, ἀνθ' ὅτου τοῖς πονη ροτάτοις τοὺς μείζονα πταίσαντας παραδέδωκε, τὰ νῦν εἰρημένα τέθεικεν, οὐχ ὡς αὐτὸς τὴν θείαν πε ριεργαζόμενος πρόνοιαν, (πῶς γὰρ ὅγε εἰς ἔλεγχον τῶν ἄλλων διαπλασθῆναι φήσας;) ἀλλὰ τῶν τὰ τοι αῦτα ζητούντων τοὺς λογισμοὺς διαγράψας. Καί φησιν· Ὅτι πᾶσαν βδελύττῃ πονηρίαν, ἐπίσταμαι· δικαιοσύνης γὰρ ὑπάρχεις πηγή· ἐφίεμαι δὲ μα θεῖν, τί δήποτε τοὺς ἀλαζόνας καὶ ἀναλγησίαν νο σοῦντας, εὐπράττειν ἐᾷς, καὶ περιορᾷς ὑπὸ τῶν δυσ σεβούντων τοὺς οὐ τοιούτους ἀδικουμένους. Τὸν γὰρ δίκαιον ἐνταῦθα οὐ τὸν ἐν ἅπασι δίκαιον κέκληκεν, ἀλλὰ κατὰ σύγκρισιν τὸν τοῦ ἀδικοῦντος δικαιότερον. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ Θεοδοτίων ἡρμηνεύκασι· "Παρασιωπᾷς καταπίνοντος ἀσεβοῦς τὸν δικαιότερον αὐτοῦ." Οὕτω δὲ καὶ τού των γιγνομένων, οὐδὲν διοίσει τῶν ἀνθρώπων ἡ φύ σις, τῶν ἐν τοῖς ὕδασι διαιτωμένων ἀλόγων, ἃ οὔτε νομοθέτας, οὔτε κριτὰς ἔχουσιν· ἀλλ' εἰς βορὰν τοῖς δυ νατωτέροις οἱ ἀσθενέστεροι πρόκεινται. Κατὰ τούτους γὰρ καὶ οὗτος κακῶς τῇ δυναστείᾳ χρώμενος. Λέγει δὲ τὸν Βαβυλώνιον. ιεʹ, ιʹ. "Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν αὐτὸν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ αὑτοῦ, 81.1817 καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὑτοῦ. Ἕνεκεν τούτου εὐφρανθήσεται, καὶ χαρήσεται ἡ καρδία αὐτοῦ. Ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὑτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὑτοῦ· ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὑτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά." Τοσαύτην γὰρ περίκειται δύναμιν, ὡς ὁλόκληρα ἔθνη καθάπερ τινὶ σαγήνῃ καὶ ἀγκί στρῳ θηρεύειν, καὶ τῇ θήρᾳ ἐπεντρυφᾷν. Εἰς δὲ τὸ τῆς ἀλαζονείας πάθος ἐντεῦθεν ἐκπίπτων, αἰτίαν τῶν γιγνομένων μόνην τὴν οἰκείαν οἴεται δύναμιν, καὶ ταύτῃ τὰς θείας προσφέρειν παρακελεύει τιμάς. Τοῦτο δὲ σαφέστερον ἡμᾶς ὁ θεῖος ἐδίδαξε ∆ανιὴλ, χρυσῆν αὐτὸν εἰκόνα κατασκευάσαι φήσας, καὶ ταύ την προσκυνῆσαι τῶν ὑπηκόων ἀναγκάσαι τὸ πλῆθος, καὶ πρὸς τοῖς ἀρχομένοις τοὺς ἄρχοντας. Καὶ ὁ θεῖος δὲ Ἡσαΐας, καὶ τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὴν τιμω ρίαν κατὰ ταυτὸν τραγῳδῶν, καὶ τοὺς λογισμοὺς αὐτοῦ δήλους ποιῶν, φησίν· "Ἀναβήσομαι ἐπὶ τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ." Οἷς εὐθὺς ἐπιφέ ρει· "Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κάλυμμά σου σκώληξ." Καὶ ὁ μακάριος Ἀμβακοὺμ ὁ προφήτης φησί· "Θύσει τῇ σαγήνῃ αὑτοῦ, καὶ θυμιάσει τῷ ἀμφι βλήστρῳ αὑτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὑτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. (ιζʹ.) ∆ιὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὑτοῦ, καὶ διαπαντὸς ἀποκτενεῖ ἔθνη, καὶ οὐ φείσεται." Ἐξουρίων γὰρ φερόμενος, καὶ ῥᾳδίως σαγηνεύων οὓς βούλεται, καὶ κακοῦ τινος πεῖραν τέως οὐδεμίαν λαβὼν, καὶ κατὰ τῶν ἄλλων ἐθνῶν ἐπιχειρήσει, καὶ οὐ παύσεται τῇ δυνάμει καθάπερ τινὶ κεχρημένος δικτύῳ.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. "Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβή σομαι ἐπὶ πέτραν, καὶ

ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου." Ἔοικε τοῦτο τοῖς ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρημένοις· "Τοῦτο κόπος ἐστὶν ἐναντίον μου, ἕως οὗ εἰσέλθω ἐπὶ τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν." Καὶ ἐνταῦθα γὰρ ὁ προφή της· Ἐφ' ἧς ἐτάχθην, φησὶ, τάξεως μενῶ, τὸ στεῤ ῥὸν οὐ καταλείψω· ἀλλ' ἐπὶ τῆς τοιαύτης πέτρας ἑστὼς, ἐφ' ἧς καὶ Μωϋσέα τὸν μέγαν ἔστησεν ὁ Θεὸς, τοῖς προφητικοῖς ὀφθαλμοῖς θεωρήσω τῶν ζητουμέ νων τὴν λύσιν. Καὶ ἐντεῦθεν δὲ σαφῶς μεμαθήκα μεν, ὡς οὐ τοῦ θείου προφήτου, ἀλλ' ἄλλων αἱ τοιαῦται προτάσεις. Εἶπε γάρ· "Ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ Κύριος, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου." Προσήκει γάρ με μαθεῖν, ποίαν με χρὴ προσφέρειν ἀπόκρισιν τοῖς βουλομένοις παρ' ἐμοῦ τὰ τοιαῦτα μανθάνειν. βʹ, γʹ. Καὶ