1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

117

τιμωρίαν ἐκάλεσε, τὴν κατὰ πάσης χωροῦσαν τῆς οἰκουμένης, καὶ τοῖς τῆς ἀδικίας ἐργάταις ἐπαγομένην. Ἐδιδά χθη δὲ διὰ τούτων καὶ ὁ προφήτης, καὶ ὁ λαὸς, ὡς πάντων ἀνθρώπων κριτής ἐστιν ὁ τῶν ὅλων Θεὸς, καὶ ἅπαντας ἀξίας εἰσπράξεται δίκας, πανωλεθρίαν ἐπάγων οὐ μόνον τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν, ἀλλὰ καὶ τοῖς ἀδικοῦσι τὸν πέλας. Μὴ γάρ τις οἰέσθω, κατὰ κλεπτῶν μόνων καὶ ἐπιόρκων ταύτην γεγενῆσθαι τὴν ἀπειλήν· κατὰ πάσης γὰρ παρανομίας τὴν ψῆφον ἐξήνεγκεν. Ἐπειδὴ γὰρ ὅλος ὁ νόμος καὶ οἱ προφῆ ται ἐν τούτῳ τῷ λόγῳ κρέμανται, ἐν τῷ, "Ἀγα πήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν," διὰ τῆς ἐπιορκίας, καὶ τῆς κλοπῆς, πᾶν εἶδος ἁμαρτίας συνήγαγεν. Ἡ μὲν γὰρ τῶν ὅρκων παράβασις ἀσε βείας ἐστὶ τὸ κεφάλαιον· ἀγάπης δὲ θείας ἔρημος ὁ τοιοῦτος. Ἡ δὲ κλοπὴ τὴν εἰς τὸν πέλας ἀδικίαν δηλοῖ· οὐδεὶς δὲ ἀγαπῶν τὸν πλησίον ἀδικεῖν τοῦτον ἀνέξεται· περιεκτικὰ τοίνυν ἐστὶ τῶν ἄλλων νόμων ταῦτα τὰ κεφάλαια, καὶ εἰκότως τοῖς παραβάταις τὴν τιμωρίαν ἐκείνην ἠπείλησε. εʹ, ʹ. "Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τί τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπον· Τί ἐστι; Καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ." ∆ιδασκόμεθα καὶ ἡμεῖς διὰ τούτου, ὡς πάντα μέτρῳ καὶ σταθμῷ πρυτανεύει ὁ τῶν ὅλων Κύριος. Οὕτω καὶ τῷ Ἀβραὰμ πάροικον ἔσεσθαι αὐτοῦ τὸ σπέρμα προαγορεύσας, καὶ τὴν αἰτίαν διδάσκει· "Οὔπω γὰρ, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν." Οὐδέπω, φησὶν, ἄξια πανωλεθρίας πεπλημμελήκασι· διόπερ οὐκ ἀνέξομαι νῦν αὐτοὺς παραδοῦναι σφαγῇ, ἀλλὰ τῆς παρανομίας τὸ μέτρον ἀναμενῶ. Οὕτω τοῖς ἐπὶ τοῦ Νῶε εἴκοσι καὶ ἑκατὸν ἔτεσι τὴν ζωὴν περιορίσας, ἐπειδὴ τὴν ἁμαρτίαν αὐξανομένην καὶ πλημμυροῦσαν εἶδεν, οὐκ ἀνέ μεινε τὴν κυρίαν, ἀλλὰ τὴν προθεσμίαν συνέτεμε, καὶ τῷ ἑκατοστῷ ἔτει πᾶσιν ἐπήγαγε τὸν τῶν ὑδάτων κατακλυσμόν. ζʹ, ηʹ. "Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. Καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία. Καὶ ἔῤῥιψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸ τάλαντον τοῦ μο λίβδου εἰς τὸ στόμα αὐτῆς." Τὴν μὲν οὖν ἀρετὴν μαργαρίταις ὁ θεῖος ἀπεικάζει λόγος· "Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ζητοῦντι 81.1904 καλοὺς μαργαρίτας." Τὴν δὲ τῆς ἁμαρτίας τιμω ρίαν μόλιβδον ἡ ἱερὰ προσαγορεύει Γραφή· φύσει δὲ οὗτος βαρὺς, βαρύτατον δὲ καὶ τὸ τῆς ἁμαρτίας φορ τίον. Καὶ τοῦτο ὁ θεῖος ἡμᾶς διδάσκει ∆αβίδ· "Αἱ ἀνομίαι μου, λέγων, ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ." Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ζαχαρίας ὁρᾷ μὲν τὴν ἁμαρτίαν ἐν τύπῳ γυναικὸς φαινομένην· ἐξ ἡδυπαθείας γὰρ τὰ πλείονα τίκτεται τῶν κακῶν. Ὁρᾷ δὲ τὴν τιμωρίαν καθάπερ τινὰ βαρύτατον μόλιβδον τῷ τῆς ἀνομίας ἐπικείμενον στόματι, κατὰ τὴν ψαλμῳδίαν τὴν λέ γουσαν· "Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῆς. Καρπὸς δὲ τῆς ἁμαρτίας αἰσχύνη." Οὕτω καὶ ὁ μα κάριος λέγει Παῦλος· "Ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ· τίνα οὖν καρ πὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;" Ἐδιδά χθη τοίνυν ὁ προφήτης, ὡς τοῦ λαοῦ τὴν ἁμαρτίαν ἔλυσεν ὁ Θεὸς, καὶ τὴν τιμωρίαν κατέπαυσεν. Ἀμέ λει δύο θεωρεῖ γυναῖκας ὑποπτέρους, ῥοίζῳ τινὶ φε ρομένας· ἔποπος δὲ πτεροῖς, φησὶν, ἐῴκει τὰ τού των πτερά. Ὀξύτατον δὲ τοῦτο τὸ ὄρνεον, σάρκα μὲν βραχεῖαν ἔχον, πτερὰ δὲ τῆς σαρκὸς μείζονα. Αὗται τοίνυν, φησὶ, λαβοῦσαι τὸ μέτρον ἐκεῖνο, διὰ μέσου τοῦ ἀέρος ἐφέροντο. Ἐγὼ δὲ τὸν θεῖον ἠρόμην ἄγγελον, ποῦ τὸ μέτρον αὗται κομίζουσι· καὶ ἐδι δάχθην ὡς εἰς τὴν Βαβυλῶνα ἀπίασιν, ὥστε αὐτὸ μὴ μόνον ἐπιθεῖναι τῇ πόλει, ἀλλὰ καὶ οἰκίαν αὐτῷ οἰκοδομῆσαι, καὶ θεῖναι αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμα σίαν αὐτοῦ. Οὐδὲ γὰρ καθάπερ, φησὶ, τῇ Ἱερουσα λὴμ ῥητὸν ὥρισα χρόνον εἰς ἐρημίαν, εἶτα πάλιν αὐτὴν φειδοῦς ἠξίωσα καὶ συγγνώμης, οὕτω καὶ τῇ Βαβυλῶνι μεταδώσω φιλανθρωπίας· ἀλλὰ διηνεκῆ δέξεται τιμωρίαν ἀντὶ τῆς πολλῆς ἀσεβείας.