1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

87

τρόπον τὰ πράγματα. Τούτων τῶν δευτέρων τὸ πρόσωπον ὁ θαυμάσιος Ἀμβακοὺμ ὁ προφήτης ἀνα λαβὼν, ἐπαπορεῖ μὲν, ὡς δῆθεν αὐτὸς μαθεῖν ἐφιέ μενος τὴν αἰτίαν τῶν γιγνομένων· ἐπιφέρει δὲ τὴν λύσιν, ἣν ἡ τοῦ Πνεύματος ἐχορήγησε χάρις. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, αὐτὸς τοῦτό γε τὸ πάθος ὑπέμει νεν· ἀλλὰ τὸ παρὰ τῶν ἄλλων εἰσφέρει, καὶ τὴν περὶ τῶν ζητουμένων ἐπιφέρει διδασκαλίαν. Ταυτὸ δὴ τοῦτο πεποίηκε καὶ ὁ θεῖος ∆αβίδ· εἰσάγει γὰρ πρόσωπον δυσκόλως ἔχον πρὸς τὰς τῶν πονηρῶν εὐπραξίας, καί φησιν· "Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύ θησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρ τωλῶν θεωρῶν." Καὶ πολλὰ τοιαῦτα τούτοις προσ θεὶς, ὑπέδειξε τῶν ζητουμένων τὴν λύσιν. "Τοῦτο γὰρ, φησὶ, κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν." Τοῦτο δὲ μαθὼν ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος, ἐπήγαγε· "Πλὴν διὰ τὰς δολιότητας αὐ τῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι· πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὑτῶν, ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων." Καὶ μετ' ὀλίγα, διδάσκων μὴ πολυπραγμονεῖν τὰς θείας οἰκονομίας, ἀλλ' ἁπλοϊ κὼς τοὺς θείους ὑποδέχεσθαι λόγους· "Κτηνώδης, φησὶν, ἐγενόμην παρὰ σοὶ, κἀγὼ διὰ παντὸς μετὰ σοῦ." Προσήκει γάρ με, φησὶ, καθάπερ ἕπεται τὸ κτῆνος τῷ ἡγουμένῳ καὶ ἄγοντι, μὴ περιεργαζόμενον ποῦ βαδίζει, οὕτω τοῖς σοῖς λόγοις πιστεύειν, καὶ 81.1812 τοῖς σοῖς νόμοις ἀκολουθεῖν· τοῦτο γὰρ ποιῶν, τῆς σῆς κηδεμονίας ἔρημος οὐ γενήσομαι. Ὅτι δὲ τὰς προειρημένας ζητήσεις τέθεικεν, οὐχ ὡς αὐτὸς ἐν δυάζων, ἀλλὰ τοὺς τῶν ἀνθρώπων λογισμοὺς δια γράφων, καὶ αὐτὸ δηλοῖ τοῦ ψαλμοῦ τὸ προοίμιον· "Ὡς ἀγαθὸς γὰρ, φησὶ, τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ." Ὁ δὲ ἀγαθὸν τὸν Θεὸν ὁμολο γήσας, δῆλον ὅτι καὶ ἀγαθῶν εἶναι πρύτανιν συν ομολογεῖ. Τοιαῦτα πολλὰ καὶ ἐν ἄλλοις ψαλμοῖς, καὶ παρὰ ἄλλοις προφήταις εὑρίσκομεν. Τούτοις ἔοικε καὶ τοῦ θεσπεσίου Ἀμβακοὺμ ἡ προφητεία. ∆οκεῖ γὰρ ἐπαπορεῖν, ἀνθ' ὅτου τῶν ἐπιεικεστέρων οἱ θρα σύτεροι μᾶλλον εὖ πράττουσι, καὶ τί δήποτε παρα πόδας τοῖς παρανομοῦσιν ἡ τιμωρία οὐχ ἕπεται. Ὅτι δὲ οὐ τοὺς οἰκείους ἡμῖν προτέθεικε λογισμοὺς, ἀλλὰ τοῖς νοσοῦσιν ἀλεξίκακον φάρμακον κατασκευάζων, εἰς ἐπαπόρησιν καὶ λύσιν σχηματίζει τὴν προφητείαν, καὶ αὐτὸ μαρτυρεῖ τὸ προοίμιον

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. Εἰρηκὼς γάρ· "Τὸ λῆμμα, ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης," εὐθὺς

ἐπήγαγεν· βʹ, γʹ. "Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ μὴ σώσεις; Ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους; ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέ βειαν;" Λῆμμα δὲ καλεῖ τῆς διανοίας τὴν λῆψιν, καὶ τὴν ἀπὸ τῶν ἀνθρωπίνων μετάβασιν ἐπὶ τὴν θείαν ἀποκάλυψιν. Εἰ τοίνυν ἐκ πνευματικῆς ἐνερ γείας τὰ προειρημένα ἐφθέγξατο, εὔδηλον ὡς οὐκ αὐτὸς τὸ πάθος ὑπέμεινεν, ἀλλὰ τῶν οὕτω διακειμέ νων τὸ ἕλκος γυμνοῖ, καὶ τὸ φάρμακον ἐπιτίθησι. Τοιγάρτοι προστίθησι τοῖς εἰρημένοις, καὶ λέγει· "Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμ βάνει." Χρήμασι γὰρ, φησὶν, ἀπεμπολοῦσι τὸ δί καιον οἱ δικάζοντες, καὶ τῆς τῶν νόμων φυλακῆς οὐδεμίαν ποιοῦνται φροντίδα. Τοῦτο γὰρ δι' ὧν ἐπ ήγαγε παρεδήλωσε· δʹ. "∆ιὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα· ὅτι ἀσεβὴς καταδυνα στεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον." Ταῦτα δὲ περὶ τῶν ἐν Ἱερου σαλὴμ παρανομούντων διεξελήλυθεν· ὁ γὰρ Ἰσραὴλ ὑπὸ Ἀσσυρίων ἐξανδραποδισθεὶς ἤδη τὴν ἀλλοδαπὴν ᾤκει. Οὕτω τοῦ δυσχεραίνοντος προσώπου τοὺς λό γους προτεθεικὼς, διὰ τῆς θείας ἀποκρίσεως ποιεῖται τὴν ἴασιν. εʹ. "Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε, καὶ ἴδετε θαυμάσια, καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται." Κατα φρονητὰς καλεῖ τοὺς