1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

61

τύπος τοῦ ∆εσπότου Χριστοῦ, τοῦ ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ νύκτας τρεῖς πεποιηκότος· εἰκότως ἑαυτὸν ἐν κοιλίᾳ ᾅδου γεγενῆ σθαί φησι. Καὶ τὸ πάντων παραδοξότατον, ὅτι ὁ μὲν ἀληθῶς τοῦ θανάτου γευσάμενος, ἐν τῇ κοιλίᾳ τῆς γῆς ἔφη ἔσεσθαι τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· ὁ δὲ ὑπὸ τὴν σκιὰν τοῦ θανάτου, ᾅδου κοιλίαν καλεῖ τὴν τοῦ κήτους κοιλίαν. Τῷ μὲν γὰρ Ἰωνᾷ οὐκ ἐν τῇ ἐξουσίᾳ ἦν ἡ ζωή· τῷ δὲ ∆εσπότῃ Χριστῷ, καὶ ὁ θάνατος αὐθαίρετος, καὶ ἡ ἀνάστασις ἐθελούσιος· τούτου χάριν ἐκεῖ μὲν ὅπου ᾅδης καὶ θάνατος, καρδία γῆς προσηγόρευται· ἐνταῦθα δὲ ᾅδης ἡ κοι λία τοῦ κήτους ὠνόμασται. "Ἤκουσας, φησὶ, φωνῆς μου·" οὐ γὰρ ἂν μέχρι τοῦ παρόντος διετέ λεσα ζῶν. δʹ. "Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με." Πάλιν τῆς καρδίας ἡ 81.1732 μνήμη δείκνυσι τὴν σκιὰν ἐοικυῖαν τῇ ἀληθείᾳ· πο ταμοὺς δὲ λέγει τῶν κυμάτων τὰ προσβολάς. "Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. (εʹ.) Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου." Τῇ τῶν κακῶν κατεχόμενος ἀωρίᾳ, καὶ πάλαι μὲν μετέωρος ὑπὸ τῶν κυμάτων φερόμε νος, νῦν δὲ ὡς ἐν δεσμωτηρίῳ ἐν τῇ κοιλίᾳ τοῦ κή τους καθειργόμενος, ἔγνων ὅτι τῆς σῆς ἐγυμνώ θην προνοίας, καὶ τούτου χάριν τούτων ἕκαστον ὑπο μένω. "Ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; (ʹ.) Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη." Ὑπ' αὐτῆς γὰρ τῆς ἀβύσσου κυκλούμενος, καὶ ἐν μέσῳ τοσούτων ὑδάτων γεγενημένος, ἐνδοιάζω, καὶ δέδια μὴ παντε λῶς στερηθῶ τῆς ἐπεράστου μοι θεωρίας τοῦ σοῦ ναοῦ. ζʹ. "Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, καὶ κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώ νιοι." Ὁρῶ γὰρ ἐμαυτὸν ὑπό τινων ὀρῶν μεγίστων κυκλούμενον, καὶ μοχλοῖς τισιν ἀῤῥαγέσι πανταχό θεν περιειργόμενον· αἰνίττεται δὲ διὰ τούτων οὐ μόνον τοῦ κήτους τὸ μέγεθος, ἀλλὰ καὶ τὸ ἄφυκτον τῶν κατεχόντων κακῶν· εἰκὸς δὲ καὶ ὄρη τινὰ λέγειν τὰ τοῖς ὕδασι τοῖς θαλαττίοις κρυπτόμενα, οἷς ἔστιν ὅτε καὶ τὰ σκάφη προσρηγνύμενα διαφθείρεται, ἃ σαφῶς οἱ ναῦται γινώσκοντες, τὰς ὑφάλους πέτρας διαφεύγειν σπουδάζουσι. "Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε, ὁ Θεός μου. (ηʹ.) Ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου." Ἐπειδὴ, φησὶ, παρ' αὐτὰς ὢν τοῦ θανάτου τὰς πύλας τὴν περὶ σοῦ λήθην ἐν ἐμοὶ γενέσθαι οὐκ ἠνεσχόμην, ταύτης με, ∆έσποτα, τῆς φθορᾶς ἐλευθερώσας εἰς τὴν ζωὴν ἐπανάγαγε, ἵνα πάλιν ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὰς συνήθεις προσευχὰς προσενέγκω. θʹ. "Φυλασσόμενοι τὰ μάταια καὶ ψευδῆ, ἔλεον αὑτῶν ἐγκατέλιπον." Οἱ τὰ ψευδῆ, φησὶ, καὶ μάταια δεδιδαγμένοι, τῷ κλήρῳ πεισθέντες ἀφειδῶς με τῇ θαλάττῃ παρέδοσαν. ιʹ. "Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομο λογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ." Ἀπαλλαγεὶς γὰρ τῶν κατεχόντων δεινῶν, τὰς σωτηρίας σοι προσοίσω θυ σίας, διηγούμενος καὶ τῆς σῆς εὐεργεσίας τὴν με γαλουργίαν, καὶ τῆς ἐμῆς φυγῆς τὴν ζημίαν. Ὑπο σχόμενος δὲ ταῦτα καὶ πεπλήρωκεν ὁ μακάριος Ἰωνᾶς, καὶ συγγραφῇ παρέδωκεν ἅπαντα, ὥστε μὴ μόνον τοὺς τηνικάδε ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ὀψι γόνους τὰ κατ' αὐτὸν μαθεῖν. Καὶ καθάπερ ὁ μακά ριος ∆αβὶδ ἀνάγραπτον πεποίηκε τὴν οἰκείαν ἁμαρ τίαν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν κηρύττων, καὶ τοῖς ἁμαρτάνουσι τὰ φάρμακα τῆς μετανοίας ὑπο 81.1733 δεικνύς· οὕτως ὁ θαυμάσιος Ἰωνᾶς καὶ τὴν φυγὴν, καὶ τὴν ἐπενεχθεῖσαν αὐτῷ τιμωρίαν, καὶ τὴν δω ρηθεῖσαν σωτηρίαν παραδέδωκεν ἱστορίᾳ. Ὁ δὲ φιλ άνθρωπος ∆εσπότης δεξάμενος τὴν εὐχὴν, οἷον ἀπό τινος εἱρκτῆς τῆς τοῦ κήτους κοιλίας τὸν προφήτην ἐξήγαγεν.

ΚΕΦΑΛ. Γʹ. Ἀλλὰ πάλιν εὐθὺς παρηγγύησεν ἐκεῖνα δρᾶσαι, ἃ πρότερον

ἤκουσε, καὶ τὴν μεγάλην πόλιν ἐκείνην καταλαβεῖν, καὶ τὸ κήρυγμα προσενεγκεῖν τῆς φοβε ρᾶς ἀπειλῆς· μαθὼν δὲ τῇ πείρᾳ τὴν ζημίαν ἣν φέρει τὸ ἀντιτείνειν Θεῷ,