1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

11

λατρείαν τῆς ἐμῆς θεραπείας προείλετο. "Ἠγάπησαν γὰρ ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς." Ἀλλὰ τούτου χάριν, ιθʹ. "Συστροφὴ πνεύματος αὐτοῦ συριεῖ ἐν ταῖς πτέρυξιν αὐτῆς." Καθάπερ γὰρ, φησὶ, τὰ ὄρνεα τῇ 81.1577 κινήσει τῶν πτερῶν τὸν ἀέρα σὺν ἤχῳ τινὶ δια τέμνει· οὕτως αὕτη οἷόν τις ὑπόπτερος εἰς τὴν ἀλ λοτρίαν ἀπαχθήσεται, καθάπερ τινὸς συστροφῆς τῆς ἐμῆς ὀργῆς ὑποσυρούσης αὐτὴν, κἀκεῖ διάγειν ἀναγ καζούσης· ὑπομενεῖ δὲ ταῦτα τῶν εἰδωλικῶν θυσια στηρίων τοὺς καρποὺς δρεπομένη.

ΚΕΦΑΛ. Εʹ. Ταύταις τοίνυν ταῖς ἀπειλαῖς καὶ ὑμεῖς οἱ ἱερεῖς προσέχετε, καὶ

ἅπας δὲ ὁ λαὸς, καὶ ἅπαντες οἱ ἐν τοῖς βασιλείοις διάγοντες, τοῖς ὠσὶ τὰ εἰρημένα προσ δέξασθε. ∆ιότι· "Πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐγεννήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰτα βύριον. (βʹ.) Ὃ ἀγρεύοντες τὴν θήραν κατέπηξαν." Πάντας, φησὶν, ὑμᾶς ἐπὶ τὴν ἐμὴν ἄξω κρίσιν· ἅπαντες γὰρ κατὰ τῶν ἐμῶν προφητῶν μυρία ὅσα ἐτεκτήνασθε κακὰ, οἷόν τινα δίκτυα κατ' αὐτῶν ἐξ απλοῦντες τὰς ὑμετέρας ἐπιβουλὰς, καὶ τοῖς ἐν τῷ Ἰταβυρίῳ· ὄρος δὲ τοῦτό ἐστι θήρας διαφόρου με στόν· τὰ θήρας καταπηγνύουσιν ὄργανα, παρα πλησίως ὑμεῖς τὰς τῆς ἐπιβουλῆς καττύετε μηχανὰς κατὰ τῶν ἀποστελλομένων ὑπ' ἐμοῦ προφητῶν τῆς ὑμετέρας ἕνεκεν σωτηρίας. Σκοπιὰν γὰρ, τὸν τῶν προφητῶν προσηγόρευσε σύλλογον· καὶ γὰρ τῷ Ἰε ζεκιὴλ ἔφη· "Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ." Τούτου χάριν φησὶ τῷ Ἐφραῒμ καὶ τῷ Ἰσραὴλ,ἀντὶ τοῦ, παντὶ τῷ λαῷ τὴν παιδείαν ἐπάξω. Ἐξ επόρνευσε γὰρ, καὶ ἐμιάνθη τῆς ἐμῆς ἀποστὰς θερα πείας. δʹ. "Καὶ οὐκ ἔδωκαν τὰ διαβούλια αὑτῶν, τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὑτῶν ὅτι, πνεῦμα πορνείας ἐστὶν ἐν αὐτοῖς, τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν." Λογισμοῖς γὰρ ἀτόποις χρησάμενοι, τῆς μὲν ἀληθοῦς θεογνωσίας ἐξέπεσον, τῇ δὲ τῶν εἰδώλων θεραπείᾳ προσέσχον· διὸ τίσουσι ταυτησὶ τῆς ὕβρεως δίκας, προφανῶς ὁρῶντες ὁποῖος ὁ τῆς εὐσεβείας καρπός. Τοῦτο γὰρ εἶπεν· "Εἰς πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραῒμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὑτῶν· καὶ ἀσθενήσει καὶ Ἰούδας μετ' αὐτῶν." Ἐπειδὴ αἱ δέκα φυλαὶ πρότερον τὸν ἀνδραποδισμὸν καὶ τὴν δουλείαν ὑπέμειναν, εἰκότως αὐτῶν ἐμνήσθη πρότερον, Ἰσραὴλ αὐτὰς καὶ Ἐφραῒμ ὀνομάσας· τὸν δὲ Ἰούδαν ἁρμοδίως τέθεικε τελευταῖον, ἐπειδὴ μετ' ἐκείνους τὴν αἰχμαλωσίαν ὑπέμεινεν. Εἶτα δι δάσκει, ὅπως κατὰ ταὐτὸν μόσχους λαβόντες, καὶ πρόβατα, θυσίας ἐπιτελέσουσιν ἐκζητοῦντες τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν· ἐκκέκλικε γὰρ ἀπ' αὐτῶν. Καὶ τὴν αἰτίαν δεικνὺς, ἐπήγαγεν· ζʹ. "Ὅτι τὸν Κύριον ἐγκατέλιπον." Καὶ ὅτι παρα νόμως ἀλλοφύλους λαβόντες γυναῖκας, ἐξ ἐκείνων ἐπαιδοποίησαν· τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· "Ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· (διὸ) 81.1580 νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλή ρους αὐτῶν." Ἐρυσίβην δὲ καλεῖ μὲν καὶ αὐτὸ τὸ ἐκ τῆς τοῦ ἀέρος ἀνωμαλίας τοῖς ἐν τοῖς καρποῖς ἐπισυμβαῖνον πάθος· καλεῖ δὲ τροπικῶς καὶ τοὺς πολεμίους, ἐρυσίβης δίκην ἅπαντας διαφθείροντας. Καὶ τοῦτο σαφέστερον ἑρμηνεύων εὐθὺς ἐπήγαγε· ηʹ, θʹ. "Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς, ἠχή σατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὤν· Ἐξέστη Βενιαμίν. Ἐφραῒμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά." Ταῦτα γὰρ ἅπαντα διὰ τῶν προφη τῶν αὐτοῖς προμηνύων, καὶ ἀπιστούμενος, μετὰ τὴν πεῖραν πιστευθήσομαι τῶν πραγμάτων, καὶ τῆς παρανομίας τοὺς ἐλέγχους ποιούμενος, δείξω τῆς προφητικῆς προῤῥήσεως τὴν ἀλήθειαν. Καλῶς δὲ κωμῳδῶν τὴν τῶν εἰδώλων ἀσθένειαν· "Κηρύξατε, εἶπεν, ἐν τῷ οἴκῳ Ὤν·" διεγείρατε, φησὶν, εἰς βοή θειαν τοὺς ὑφ' ὑμῶν τιμωμένους· παυσάτωσαν τὰς ὑπ' ἐμοῦ προσφερομένας ὑμῖν παιδείας· κατα λάβετε τοὺς ὑψηλοτάτους βουνοὺς, ἐν οἷς πᾶσαν τοῖς εἰδώλοις προσεφέρετε θεραπείαν· μεταδότωσαν ὑμῖν εἰς καιρὸν τῆς οἰκείας ἐπικουρίας. Εἰκότως δὲ καὶ τοῦ Βενιαμὶν ἐμνημόνευσεν, ἐπειδὴ συνάπτει καὶ