1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

136

θύματα. Πᾶς γὰρ δεόμενος ἕνα τούτων λαμβάνων ἥψει τῶν ἱερέων τὰ κρέα. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν τῆς θείας εὐεργεσίας λαμπούσης, "Οὐκ ἔσται Χανα ναῖος ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος." Τουτέστι, τὰ Χαναναίων φρονῶν, ἀσεβείᾳ συζῶν, παρανομίᾳ χρώμενος. Παράσχοι δὲ τῶν ὅλων ὁ Κύριος τήνδε τὴν φωνὴν ἐπαληθεῦσαι καὶ νῦν, καὶ μηδένα ἐν ἡμῖν Χαναναῖον ὀφθῆναι, ἀλλὰ πάντας κατὰ τοὺς εὐαγγελικοὺς πολιτεύεσθαι νόμους, καὶ τὴν μακα ρίαν περιμένειν ἐλπίδα, καὶ τὴν ἐπιφάνειαν τοῦ με γάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ

ΠΡΟΦΗΤΗΝ ΜΑΛΑΧΙΑΝ.

ΥΠΟΘΕΣΙΣ. Μωσῆς μὲν ὁ μέγας ὁ νομοθέτης, πρῶτος ἡμῖν ἀνάγραπτα τὰ θεῖα καταλέλοιπε λόγια· ὁ δὲ θεσπέ σιος Μαλαχίας μετὰ πάντας, τοὺς προφητείαν συγ γεγραφότας τὰ θεῖα θεσπίσματα συγγραφῇ παραδέ δωκε. Τὸν δὲ χρόνον, τοῖς ἄλλοις παραπλησίως, οὐκ εἴρηκεν· ἐδήλωσε δὲ δι' ὧν προεφήτευσεν, ὡς μετὰ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ, καὶ τοῦ λαοῦ τὴν εἰρήνην, ταύτης ἠξιώθη τῆς χάριτος. Οὐ ῥᾳθυμίαν γὰρ αὐτοῖς ἐγκαλεῖ τὴν περὶ τὴν οἰκοδομίαν, καθ άπερ Ἀγγαῖος καὶ Ζαχαρίας οἱ μακάριοι, ἀλλὰ ἀνα μιμνήσκει αὐτοὺς τῶν θείων εὐεργεσιῶν· ἐγκαλεὶ 81.1961 δὲ χωρὶς μὲν τοῖς ἱερεῦσι, χωρὶς δὲ τοῖς ἄλλοις, τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας φέρων εἰς μέσον. Προκηρύττει δὲ τοῦ ∆εσπότου Χριστοῦ τὴν κατὰ σάρκα παρουσίαν, καὶ τὴν σωτηρίαν, ἧς διὰ ταύτην ἀπήλαυσε τῶν ἀνθρώπων τὸ γένος. Προθε σπίζει δὲ καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ Ἰουδαίων τὴν ἀπιστίαν, καὶ πρὸς τούτοις τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Ἄγγελος δὲ τῇ Ἑλλάδι καλεῖται φωνῇ, Μαλαχίας δὲ τῇ Ἑβραίων. Ἄρχεται δὲ τῆς προφητείας οὕτως·

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. "Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ ἀγγέλου αὐτοῦ." Ληφθεῖσά

μου, φησὶν, ἡ διά νοια ὑπὸ θείας χάριτος, καὶ τῶν ἀνθρωπίνων ἁπάν των ἐκτὸς γενομένη, τὴν περὶ τοῦ Ἰσραὴλ ἐδέξατο προαγόρευσιν· οὐχ ἵνα μόνος ταύτην ἔχω τὴν γνῶ σιν, ἀλλ' ἵνα καὶ αὐτοῖς ἐπαγγείλω τὰ δηλωθέντα. Τούτου χάριν ἑαυτὸν ἄγγελον προσηγόρευσεν, ὡς τοῖς θείοις λόγοις ὑπηρετοῦντα. Οὕτως ὑποδείξας τὸν δι' αὐτοῦ φθεγγόμενον Κύριον, παραινεῖ τῷ λαῷ προσέχειν τοῖς λεγομένοις. "Θέσθε δὴ ἐπὶ τὰς καρ δίας ὑμῶν." Ἀντὶ τοῦ, Σὺν ἀκριβείᾳ πάσῃ τοῖς θεί οις λογίοις προσέχετε. βʹ. "Ἠγάπησα ὑμᾶς, λέγει Κύριος, καὶ εἴπατε· Ἐν τίνι ἠγάπησας ἡμᾶς;" Οὐχ ὡς ἐρωτήσεως τοιαύτης ὑπὸ τοῦ λαοῦ γενομένης τέθεικεν· ἀλλὰ τὸ ἄγνωμον αὐτῶν τῆς διανοίας ἐλέγχει, ὅτι τοσαύτης ἀγάπης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπολαύσαντες, οὐ μόνον ἀγνώμονες περὶ τὸν εὐεργέτην ἐγένοντο, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἠγνόησαν, ὅτι ἠγαπήθησαν. ∆ιόπερ ἐλέγχει αὐτῶν τὴν ἀχάριστον γνώμην, ἄνωθεν ἐκ τῶν προγόνων δεικνὺς τὴν τῆς ἀγάπης ὑπερ βολήν. "Οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος· καὶ ἠγάπησα τὸν Ἰακὼβ (γʹ.), τὸν δὲ Ἡσαῦ ἐμίσησα;" Ἴστε σαφῶς, φησὶ, καὶ ὑμεῖς ταῖς Μω σαϊκαῖς ἐντρεφόμενοι διηνεκῶς ἱστορίαις, ὡς Ἡσαῦ καὶ ὁ Ἰακὼβ ὁ ὑμέτερος γενάρχης, καὶ τὸν αὐτὸν ἔσχον πατέρα, καὶ ἐκ μιᾶς ἐβλάστησαν μήτρας, καὶ τὴν αὐτὴν κατ' αὐτὸν ᾤκησαν γαστέρα· ἀλλ' ὅμως οὐδὲ ἡ κοινωνία τῆς φύσεως, οὔτε ὁ χρόνος τῆς γεν νήσεως εἷς ὢν ἀμφοτέρων, ἴσην αὐτοῖς παρεσκεύασε τὴν ἐμὴν δοῦναι διάθεσιν· ἀλλὰ καὶ τοῦ πατρὸς τοῖς τῆς φύσεως νόμοις