1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

27

τὰς ἀδικίας, καὶ αὔξει διηνεκῶς, βουλῇ πονηρᾷ κεχρημένος. Τὸ γὰρ, "Ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ," τοῦτο δηλοῖ, τουτέστι, Εἰς βάθος ἔχει τὴν πονηρίαν· ἀλλὰ τοσούτοις αὐτὸν περιβαλῶ κακοῖς, ὡς ὠδινούσῃ γυναικὶ παραπλη σίως ὀδυνᾶσθαι. Εἶτα ὡς κατ' ἐρώτησιν πρὸς τὸν Ἰσραήλ· ιγʹ. "Οὗτος ὁ υἱός σου ὁ φρόνιμος." Τοῦτον, φη σὶ, τοῦ Μανασσῆ προτετίμηκας, καὶ νέον ὄντα τοῦ πρεσβυτέρου προέταξας· ἀλλ' ἀντὶ τῆς τιμῆς ἐκείνης ἀτιμίαν περιβληθήσεται. "Οὐ γὰρ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων αὑτοῦ." Οὔτε γὰρ τοῖς περιοίκοις πολεμουμένοις ἐπαμῦναι δυνήσεται. Οὕτω τὰ λυπηρὰ παραγγείλας, ἐπὶ τὴν τῶν χρηστῶν ἐπαγγελίαν πά λιν μεταφέρει τὸν λόγον. ιδʹ. "Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θα νάτου λυτρώσομαι αὐτούς." Εἶτα παιανίζειν κατὰ 81.1628 τοῦ θανάτου κελεύει. "Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;" Ταῦτα τυπικῶς μὲν ἐπὶ τῆς ἐπανόδου τῶν Ἰουδαίων γεγένηται· καλεῖ γὰρ τροπι κῶς τὴν ἐν τῇ αἰχμαλωσίᾳ διαγωγὴν ᾅδην καὶ θά νατον. Ἐντελὲς δὲ καὶ ἀληθὲς ἐδέξατο πέρας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν· τῆς γὰρ ἡμετέ ρας ἀπαρχῆς ἀναστάσης, ἅπαντες ἡμεῖς ἐδεξάμεθα τῆς ἀναστάσεως τὴν ἐλπίδα. Τοῦτο δὲ καὶ ἐν τῇ τοῦ Ἰεζεκιὴλ προφητείᾳ ἔστιν εὑρεῖν· καὶ γὰρ ἐκεῖ ἡ τῶν ὀστῶν ἀναβίωσις τὰ δύο σημαίνει, καὶ τοῦ Ἰσραὴλ τὴν ἐπάνοδον (ὃς τὰς χρηστὰς ἀποκόψας ἐλπί δας ἔλεγεν· "Ἐκλελοίπαμεν, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν)," καὶ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀνά στασιν. Τύπος γὰρ τὰ περὶ Ἰουδαίους γεγενημένα τῆς περὶ πάντας ἀνθρώπους τοῦ Θεοῦ τῶν ὅλων κη δεμονίας. "Παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου, διότι οὗτος ἀναμέσον ἀδελφῶν διαστελεῖ." Αὕτη δὲ, φησὶν, ἡ παραψυχὴ τῆς χρηστοτέρας ἐλπί δος, καὶ τῆς ἀναστάσεως ἡ προσδοκία, καὶ ἀπὸ τῶν αἰχμαλώτων γιγνομένων Ἰουδαίων, καὶ ἀπὸ πάντων ἀνθρώπων τέως κεκρῦφθαι δοκεῖ· οἵ τε γὰρ Ἰουδαῖοι ἐξανδραποδιζόμενοι, καὶ τῆς σφετέρας διαχωριζόμε νοι συγγενείας, καὶ κατὰ διαίρεσιν καὶ διανομὴν δουλεύειν ἀναγκαζόμενοι, τῆς ἀνακλήσεως οὐδεμίαν εἶχον ἐλπίδα· καὶ ἅπαντες ἄνθρωποι, τὸν θάνατον ὁρῶντες ἄρδην ἀμῶντα τὴν φύσιν, καὶ νῦν μὲν ἀδελ φὸν ἀδελφοῦ χωρίζοντα, νῦν δὲ παιδὸς πατέρα στε ρίσκοντα, παντελῶς ἀπηγόρευον τὴν ἀνάστασιν. Ἀλλ' ὅμως ἀληθῆ, φησὶ, τὰ εἰρημένα, κἂν ἐπὶ τοῦ παρόντος ἄδηλα ᾖ τοῖς πολλοῖς. ιεʹ. "Ἐπάξει γὰρ Κύριος ἄνεμον καύσωνα ἐκ τῆς ἐρήμου ἐπ' αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, καὶ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· οὗτος ἐρημώ σει τὴν γῆν αὐτοῦ, καὶ πάντα τὰ σκεύη αὐτοῦ τὰ ἐπιθυμητά." Αἰνίττεται δὲ διὰ τούτων Κῦρον τὸν Πέρσην ἐπιστρατεύσαντα, καὶ καταλύσαντα τῶν Ἀσσυρίων, εἴτουν Βαβυλωνίων, τὴν βασιλείαν, καὶ πᾶ σαν τὴν βασιλικὴν συγγένειαν διαφθείραντα, καὶ τὰς τῆς τυραννίδος ἀφελόμενον ἀφορμάς· ταύτας γὰρ τροπικῶς πηγὰς καὶ φλέβας προσαγορεύει. Ἠβουλήθη δὲ διὰ τούτων διδάξαι, τίνι τρόπῳ κατα λύσει ὃν τροπικῶς θάνατον καὶ ᾅδην ἐκάλεσεν. Ἀλλὰ ταῦτα μὲν μετὰ ταῦτα γενήσεται· νῦν δὲ,

ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ. αʹ. "Ἀφανισθήσεται Σαμάρεια." Ἐναντία δρᾶσαι

τετολμηκυῖα τῷ θείῳ θελήματι, καὶ τοῦ πολέμου γε νήσεται παρανάλωμα καὶ ὄψονται οἱ ταύτης οἰκή τορες, τὰ μὲν ὑπομάζια παιδία τῇ γῇ προσρηγνύ μενα, τὰς δὲ κυοφορούσας μετὰ τῶν ἐμβρύων ἀναι ρουμένας. Ἀλλ' ἵνα τούτων μὴ δέξῃ τὴν πεῖραν, βʹ. "Ἐπιστράφηθι, ὦ Ἰσραὴλ, πρὸς Κύριον τὸν Θεόν σου." Πολὺν γὰρ ἐν ταῖς παρανομίαις καταν ήλωσας χρόνον. Εἶτα καὶ διδάσκει αὐτοὺς, ποίοις 81.1629 προσήκει χρήσασθαι λόγοις τὸν Θεὸν ἐξιλεουμένους. Εἴπατε γὰρ, φησὶ, "∆ύνασαι πᾶσαν ἀφαιρεῖν ἁμαρτίαν." Ταύτην γὰρ αὐτῷ τὴν ἱκετηρίαν προσ φέροντες, οὐ λήψεσθε μὲν τῆς ἀδικίας τὰ ἐπίχειρα, ἐν ἀπολαύσει δὲ γενήσεσθε παντοδαπῶν ἀγαθῶν. Πρόσθετε δὲ ἐκείνοις τοῖς λόγοις, τὸν Σωτῆρα καὶ εὐ εργέτην ἀντιβολοῦντες, ὡς Οὐκέτι οὐδενὶ ἀνθρώπων θαῤῥήσομεν, οὐκ Ἀσσυρίοις, οὐκ Αἰγυπτίοις, οὐχ ἵππων πλήθει, οὔτε μὴν θεοὺς νομιοῦμεν τὰ χειρό κμητα εἴδωλα.