1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

14

ὑμεῖς δὲ, πάσης τιμῆς ἀπολαύοντες, οὐδὲ διελέγξαι τὴν εἰς ἐμὲ γιγνομένην παρανομίαν ἠνέσχεσθε. Ἀλλ' ὁρῶντες τὰ φρικώδη ἐκεῖνα καὶ μετὰ δέους μιάσμα τα, οὐχ ὑφ' ἑνὸς ἀνθρώπου τολμώμενα, ἀλλὰ παντὸς τοῦ τε Ἐφραῒμ καὶ τοῦ Ἰούδα, σιγῶντες διετελέσατε. Τὸ δὲ πάντων ἀνιαρώτατον, ὅτι καθ' ὃν ἔδει καιρὸν θερίζειν τὸν Ἰούδαν τῶν θείων ἐπαγγελιῶν τοὺς καρποὺς, τότε τὸν ἀμητὸν ἀθέριστον καταλέλοιπεν· ἀλλὰ τῆς ὀλιγωρίας καὶ ῥᾳστώνης παυσάμενος, ὦ Ἰούδα· "Ἄρχου τρυγᾷν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου, ἐν τῷ ἰᾶσθαί με τὸν Ἰσραήλ." Ἐπειδὴ, φησὶ, πρὸ τῆς τῶν κακῶν πείρας, οὐκ ἠθέλησας τοὺς τῆς δικαιοσύνης τρυγῆσαι καρποὺς, νῦν μετὰ τὴν πεῖραν, καὶ μετὰ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, ἐννόμως πολι τεύου, καὶ τοὺς ἐντεῦθεν φυομένους δρέπου καρπούς. Προσφόρως δὲ εἶπεν· "Ἄρχου τρυγᾷν σεαυτῷ·" οὐ γὰρ τῷ Θεῷ τι παρέχομεν ἐννόμως πολιτευό μενοι, ἀλλ' ἡμῖν αὐτοῖς τὰ ἐντεῦθεν προξενούμενα ἀγαθά.

ΚΕΦΑΛ. Ζʹ. αʹ. "Καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραῒμ, 81.1588 καὶ ἡ κακία

Σαμαρείας, ὅτι ἠγάπησαν ψευδῆ." ∆ήλη πᾶσιν ἡ παρανομία αὐτῶν διὰ τῆς τιμωρίας γενήσεται. "Καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύ σεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ." Ἐπειδὴ γὰρ, τῆς ἀληθοῦς θεογνωσίας ἀμελήσαντες, περὶ τὴν τῶν εἰδώλων διετέθησαν πλάνην, λῃστῶν δίκην καὶ κλεπτῶν ἐπελθόντες αὐτοῖς οἱ πολέμιοι, τὰ μὲν ἐμπρήσουσι καὶ δῃώσουσι, τὰ δὲ ληΐσονται, καὶ πάντων αὐτοὺς στερήσουσι τῶν ἀγαθῶν. βʹ. "Ὅπως συνᾴδωσιν, ὡς ᾄδοντες ἐν ταῖς καρ δίαις αὑτῶν." Τούτων δὲ, φησὶ, γιγνομένων, θρηνῳδοῦντες καὶ ὀλοφυρόμενοι διατελέσουσιν, οὐδὲ μετὰ φωνῆς ᾄδειν τοὺς θρήνους τολμῶντες, ἀλλὰ κατὰ διάνοιαν τὰς ὀλοφύρσεις ποιούμενοι. "Πασῶν γὰρ τῶν κακιῶν αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο." Ἐπὶ πλεῖστον, φησὶ, μακροθυμή σας, καὶ ὥσπερ ὁρᾷν οὐ δοκῶν τὰ τολμώμενα, νῦν σαφῶς αὐτὰ θεωρῶ, τιμωρίαν αὐτοῖς ἐπαγαγεῖν δοκι μάσας. Τούτου χάριν ὁ μακάριος βοᾷ ∆αβίδ· "Ἀπό στρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου." ∆ιαβούλια δὲ Ἀκύλας καὶ Σύμμαχος, τὰ ἐπιτηδεύ ματα ἡρμήνευσαν· ταὐτὸ δὲ σημαίνει. Οἱ μὲν γὰρ Ἑβδομήκοντα τὴν πρώτην ὁρμὴν τῆς ψυχῆς τοὺς λογισμοὺς τεθείκασιν· οἱ δὲ τὰ ἐκ τούτων τεχθέντα ἐπιτηδεύματά τε καὶ ἔργα. γʹ. "Ἐν ταῖς κακίαις αὑτῶν ηὔφραναν βασι λεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὑτῶν ἄρχοντας." Πρό χειροι γὰρ εἰς ὄλεθρον γεγονότες διὰ τὴν οἰκείαν παρανομίαν, εὐφροσύνης τοῖς πολεμήσασιν αὐτοὺς ἐγένοντο πρόξενοι. δʹ. "Καὶ πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν." Ἅπαντες, φησὶν, ὑπὸ τῆς ἀκολάστου πυρπολούμενοι γνώμης, κλιβάνῳ ἐκπε πυρωμένῳ ἐοίκασι, καὶ πρὸς ὑποδοχὴν ἑτοίμῳ τῆς εἰς ἀρτοποιΐαν κατεσκευασμένης ζύμης. "Κατα καύσει αὐτοὺς ἀπὸ τῆς φλογός." Τὸ τῆς ἀκολα σίας πῦρ τὴν πολεμικὴν αὐτοῖς ἐπάξει φλόγα. "Ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτὸ ὅλον, αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν." Καθάπερ γὰρ ἡ ζύμη τὰ συμφυρόμενα ἄλευρα εἰς τὴν οἰκείαν μετατίθησι φύσιν, οὕτως ἡ ζύμη τῆς ἀσεβείας, ὑπὸ τοῦ Ἱεροβοὰμ τοῦ πρώτου βασιλεύσαντος ὑμῶν προσενεχθεῖσα, ὑμῖν τε καὶ τοῖς κατὰ καιρὸν ἐν ὑμῖν βεβασιλευκόσιν ὑμῖν, τῆς οἰκείας μεταδέδωκεν ἅπασι δυσωδίας. Ἐντεῦθεν λοιπὸν τῶν ἀρχόντων ποιεῖται τὴν κατηγορίαν, ὡς οἰνοφλυγίᾳ χαιρόντων, καὶ τούτου χάριν εἰς ὀργὴν ἐξαπτομένων, καὶ δωρο δοκίᾳ χρωμένων, καὶ ἀνοσίοις ἀνδράσι καὶ κακῶν αἰτίοις συνδιαγόντων. Τούτους γὰρ προσαγορεύει λοιμοὺς, ὡς λύμης καὶ βλάβης αἰτίους. Καθάπερ γὰρ ὁ λοιμὸς εἰ προσάψαιτό τινος, καὶ τοὺς πελά ζοντας διὰ τούτου λωβᾶται· οὕτως οἱ πονηρίᾳ 81.1589 συζῶντες τοῖς γνωρίμοις λυμαίνονται· φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί· διδάσκει δὲ, ὡς καὶ νύκτωρ τὰς ἐπιβουλὰς διετέλουν καττύοντες, καὶ μεθ' ἡμέραν πυρὸς δίκην τοὺς ὑπ' αὐτῶν ἀδι κουμένους