1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

59

Ἐρυθρᾶς θαλάσσης ὁ κόλπος, ᾧ τὸ Ἰνδικὸν ἀναμέμικται πέ λαγος. Καὶ ἵνα μή τις ὑπολάβῃ λογισμοῖς ἡμᾶς πα ραλογίζεσθαι τὴν ἀλήθειαν, τὴν θείαν Γραφὴν παρ έξομαι μάρτυρα, ὡς Θαρσὶς ἡ Καρχηδών ἐστι τῆς Ἀφρικῆς προκαθημένη. Ἐν γὰρ Ἡσαΐᾳ τῷ προφήτῃ, τῶν Ἑβδομήκοντα εἰρηκότων, "Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν," Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, Θαρσὶς ἀντὶ τῆς Καρχηδόνος τεθείκασι. Τοῦτο γὰρ τὸ ὄνομα 81.1725 καὶ ἡ Ἑβραίων ἔχει γραφή. Οὕτω δὲ καὶ τοῦ θεσπεσίου Ἰεζεκιὴλ Καρχηδονίων μνήμην ποιησα μένου, καὶ παρὰ τῷ Ἑβραίῳ, καὶ παρὰ τῷ Σύρῳ εὑρήκαμεν τὸ Θαρσίς. Ἐξ ὧν ποδηγηθέντες, τὸν μακάριόν φαμεν Ἰωνᾶν οὐκ εἰς Ἰνδίαν, ἀλλ' εἰς Καρχηδόνα ποιήσασθαι τὴν φυγήν. Πεποίηκε δὲ τοῦτο σαφῶς μὲν εἰδὼς, ἅτε δὴ προφήτης, ὡς παν ταχοῦ πάρεστι τῶν ὅλων ὁ Κύριος, καὶ τόπος οὐδεὶς ἔρημος τῆς αὐτοῦ προμηθείας· ὑπολαμβάνων δὲ ὅμως ἐν μόνῃ τῇ Ἱερουσαλὴμ αὐτὸν ποιεῖσθαι τὴν ἐπιφά νειαν. Οὐκ ὄκνος δὲ αὐτῷ τῆς φυγῆς, οὐδὲ δέος ἐγένετο πρόξενον· ἀλλὰ τὰς τοῦ ἐλέου πηγὰς ἐπι στάμενος, αἷς χρώμενος ὁ κηρῦξαι κελεύσας ἅπαντα πρυτανεύει, καὶ εἰδὼς ὡς εἰ μεταμελείᾳ χρήσονται Νινευῗται, τεύξονται πάντως τῆς θείας φιλανθρω πίας, ἀπρεπὲς ἐνόμισε ψευδῆ δειχθῆναι τὴν πρόῤ ῥησιν, καὶ ψεύστης ἀντὶ προφήτου κληθῆναι. Ταύτην δὲ αὐτῷ τὴν ὑποψίαν ἐντέθεικε καὶ αὐτὸ τῆς ἀπει ληθείσης τιμωρίας τὸ κήρυγμα. Ἐσκόπησε γὰρ, ὡς οὐκ ἂν προεμήνυσεν, εἴπερ κολάσαι ἠβούλετο· ἀλλὰ μετανοίας ἐστὶ δήπουθεν προτροπὴ, τῆς τιμωρίας ἡ ἀπειλή. Πρὸς δὲ τούτῳ καὶ τῶν Ἰουδαίων κατηγο ρίαν ὑπέλαβεν ἔσεσθαι τὴν τῶν Νινευϊτῶν εὐπεί θειαν, ὡς τῶν μὲν ἀγνῶτι καὶ ἀλλοφύλῳ πεπιστευ κότων ἀνδρὶ, τῶν δὲ μυρίοις προφήταις ὁμοφύλοις, μετὰ θαυματουργίας τὴν προφητείαν ποιουμένοις, διηνεκῶς ἀπειθούντων, καὶ ὄνησιν οὐδεμίαν παρ' αὐ τῶν δεχομένων. ∆ιὰ ταῦτα τὸ κελευσθὲν εὐθὺς οὐ πεποίηκεν· ἀλλὰ καὶ τὴν διὰ θαλάσσης φυγὴν ἐποιή σατο, νομίσας ὅτι τάχιστα τῆς τοιαύτης ὑπουργίας ἀπαλλαγήσεται. Ἔδωκε δὲ καὶ τὸν τῆς ναυτιλίας μισθὸν, οὐδὲ τῆς ἐντεῦθεν αὐτὸν ζημίας ἐπισχεῖν δυνηθείσης. Ἀλλ' ὁ γῆς, καὶ θαλάττης, καὶ τῶν οὐ ρανῶν Ποιητὴς, ἐγείρει κατὰ τοῦ σκάφους κλύδωνα, καὶ τὰ τῶν κυμάτων περιβάλλει τῷ πλοίῳ δεσμὰ, καὶ τῶν ἄλλων πάντων ἐξουρίων φερομένων, περὶ τοῦτο μόνον τὸ πλοῖον ἐγίνετο τῆς θαλάττης ἡ ζάλη, καὶ τὸ ῥόθιον ἔζει. Καὶ τοῦτο ἡμᾶς τῶν ναυτῶν ὁ κλῆρος διδάσκει σαφῶς· οὐ γὰρ ἂν, εἴπερ κοινὸς ἦν ὁ κλύδων, κλήρῳ μαθεῖν ἐπεχείρησαν τὸν τοῦ κλύ δωνος αἴτιον· ἀλλ' ἐπειδὴ τοὺς ἄλλους ἑώρων ἀκιν δύνως διατέμνοντας τῆς θαλάττης τὰ νῶτα, τὴν δὲ σφετέραν ὁλκάδα βαλλομένην ταῖς τρικυμίαις, πρῶ τον μὲν ἐτράποντο πρὸς εὐχὰς, ὃν ἕκαστος ἐνόμιζε Θεὸν ἱκετεύοντες· οὐδένα δὲ πόρον σωτηρίας ἐν τεῦθεν εὑρίσκοντες, ὕπνῳ τὸν Ἰωνᾶν κατεχόμενον ἀφυπνίζουσιν. Ὑπὸ γὰρ τοῦ συνειδότος κεντούμενος, καὶ τῇ ἀθυμίᾳ βαλλόμενος, καὶ τῶν λογισμῶν τὰς ἀκίδας οὐ φέρων, ἐμηχανήσατο τὴν ὑπὸ τοῦ ὕπνου παραψυχήν. Καὶ τοσούτου κατὰ τοῦ σκάφους γιγνο μένου θορύβου, τῶν κυμάτων ἔξωθεν προσρηγνυμέ νων, καὶ τῶν ναυτῶν ἔνδοθεν ταραττομένων, αὐτὸς οὐχ ἁπλῶς οὐδὲ μετρίως ἐκάθευδεν, ἀλλὰ βαθεῖ κατ εχόμενος ὕπνῳ καὶ ἔρεγχεν, ὡς αὐτὸς συγγράψας ἐδίδαξεν. Ἀλλὰ διαναστήσας αὐτὸν ὁ πρωρεὺς, τὸ μὲν πρῶτον εὐχὰς προσφέρειν τῷ οἰκείῳ Θεῷ κατ 81.1728 ηνάγκασεν, ἀγνοῶν ὡς τὴν τοιαύτην ἀφεῖλεν ἡ φυγὴ παῤῥησίαν. Ἐπειδὴ δὲ λύσιν οὐδαμόθεν ἐλάμβανε τὰ δεινὰ, κλήρῳ μαθεῖν ἠδυνήθησαν τὸν τοῦ κλύδω νος αἴτιον, εἰδότες, ὡς εἰκὸς (τὴν γὰρ φυσικὴν ἐκέκτηντο γνῶσιν), ὡς ἔστι τοῖς ἁμαρτάνουσιν ἀπο κειμένη ποινὴ, καὶ δίκας τίνομεν ὧν πλημμελοῦμεν ἀξίας. Ἐπειδὴ δὲ τοῦ προφήτου κατήγορος καὶ μάρτυς ὁ κλῆρος ἐγένετο, ἄγεται εἰς τὸ κριτήριον, καὶ δρῶσιν οἱ ναῦται τὰ δικαστῶν, καὶ ἀπαιτοῦσιν εὐθύνας τῶν βεβιωμένων τὸν Ἰωνᾶν. ηʹ. "Ἀπάγγειλον γὰρ, φασὶν, ἡμῖν, τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ." Οὕτω μετὰ ἀκριβείας ἁπάσης ἐξήταζον, πανταχόθεν μαθεῖν ἐθέλοντες τὴν