1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

30

προσηγόρευσαν βροῦχον· ἐρυσίβην δὲ τὸν Ναβου χοδονόσορ, τελευταῖον ἐπιστρατεύσαντα, καὶ ἄρδην ἅπασαν τὴν Ἰουδαίαν δῃώσαντα, καὶ τοὺς τὸν θά νατον διαφυγόντας αἰχμαλώτους ἀπαγαγόντα. Ἐγὼ δὲ ἀληθῆ μὲν ἡγοῦμαι καὶ ταῦτα· ὑπολαμβάνω δὲ καὶ τὰ κατὰ τὸ ῥητὸν νοούμενα τῷ ὄντι γεγενῆσθαι. Μέμνηται γὰρ καὶ ὁ μακάριος Ἀμὼς, καὶ ἀκρίδος, καὶ βρόχου, καὶ πυρώσεως, καὶ ἰκτέρου, καὶ συκῶν, καὶ ἐλαιῶν, καὶ ἀμπέλων ὑπὸ καμπῶν διαφθειρομέ νων, καὶ πρὸς τούτοις αὐχμοῦ καὶ ἀνομβρίας. "Με ρὶς γὰρ, φησὶ, μία βραχήσεται, καὶ μερὶς ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται." Ταύτης δὲ καὶ ὁ θεσπέσιος Ἱερεμίας σαφῶς ἐμνημόνευσεν. Οὐ δεῖ τοιγαροῦν τροπικῶς μόνον ἐκλαβεῖν τὰ εἰρημένα, συμφώνως ἡμᾶς τῶν ἱερῶν προφητῶν διδαξάντων, ὡς καὶ κατὰ τὴν ἱστορίαν τὰ προλεχθέντα συνέβη. Ἵνα γὰρ μαν θάνωσιν ἀκριβῶς, ὡς τῆς παρανομίας καὶ δυσσεβείας ποινὴν τίνοντες τοῖς ἐπιοῦσιν αὐτοῖς ἐκδίδονται πολεμίοις, εἰκότως καὶ ταῖς οὐρανόθεν ἐπιφερομέναις παιδείαις ἐβάλλοντο, διδασκόμενοι διὰ τούτων, ὡς ὁ παρ' αὐτῶν ἀμελούμενος Θεὸς, καὶ τούτοις αὐτοὺς τιμωρεῖται, κἀκείνοις. Προειρηκὼς τοίνυν τὰ σκυθρωπὰ, παραίνεσιν εἰσφέρει καὶ συμβουλήν. εʹ. "Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν, καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πίνοντες οἶ νον εἰς μέθην." Μεταβάλετε, φησὶ τὴν ἀκρασίαν, καὶ τὴν τῆς χλιδῆς ἀμετρίαν, εἰς θρηνῳδίαν· οὐ γὰρ 81.1637 τὸ πίνειν οἶνον, κακὸν, ἀλλὰ τὸ ἀμέτρως πίνειν ἐπι βλαβές. Εἰρηκὼς δὲ ἐξ οἴνου αὐτῶν, καὶ ἑτέραν ᾐνίξατο μέθην, τὴν παντελῆ τῆς ψυχῆς ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ τὴν παντοδαπῆ παρανομίαν οὕτω προσ αγορεύσας. Προσήκει δὲ ὑμᾶς, φησὶ, θρηνεῖν καὶ ὀδύρεσθαι, ὅτι τοῦ τὴν εὐφροσύνην ὑμῖν προξε νοῦντος στερηθήσεσθε πάντη. Εἶτα διηγεῖται τὰ κατὰ τὴν ἀκρίδα, εἴτουν τὸν Ἀσσύριον· ἀμφότερα γὰρ αἰνίττεται, καὶ λέγει, "ἔθνος ἀναβήσεσθαι ἐπὶ τὴν γῆν αὐτοῦ, ἀριθμοῦ τε κρεῖττον, καὶ ῥώμῃ καὶ δυνάμει κοσμούμενον." Γῆν δὲ αὐτοῦ τὴν τοῦ Ἰσραὴλ ὀνομάζει γῆν· ἐπειδὴ καὶ τὸν Ἰσραὴλ ἴδιον ὀνομάζει λαόν. "Οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μῦλαι αὐτοῦ, ὡς σκύμνου αὐτοῦ." ∆ιαφόρως δὲ τὰ αὐτὰ εἴρηκε, ταῖς πλείοσι προσηγορίαις κατα πλῆξαι βουλόμενος· λέοντα γὰρ καὶ σκύμνον τὸν αὐτὸν καλεῖ· εἰ δὲ καὶ διαφόρως τις ἐθέλει νοεῖν, οὐ λυμανεῖται τῇ διανοίᾳ· ἥ τε γὰρ ἀκρὶς ἔχει τὰς βρα χυτέρας οἷόν τινας σκύμνους ἑπομένας, καὶ οἱ πολέ μιοι πρὸς τοῖς μαχίμοις καὶ ἀριστεῦσιν, ἐπάγονται καὶ τοὺς ἔλαττον δυναμένους. ∆ιηγεῖται δὲ καὶ τὰ παρὰ τούτων ἐσόμενα, ἀμπέλους ὑποδεικνὺς διαφθει ρομένας, καὶ τὰ τούτων κλήματα λευκαινόμενα, καὶ συκᾶς γυμνουμένας τῆς κόμης, ὅπερ εἴωθε συμ βαίνειν ἐπισκηπτούσης ἀκρίδος. Καὶ ὅτι οὐχ ὡς γε γενημένα ταῦτα λέγει, ἀλλ' ὡς ἐσόμενα, ἡ ἐπαγωγὴ μαρτυρεῖ. ηʹ. "Θρηνήσει γὰρ, φησὶ, πρός με ὑπὲρ νύμ φην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὑτῆς τὸν παρθενικόν." Οὐδὲ γὰρ εἶπεν ἐθρήνησεν, ἀλλὰ θρηνήσει, διδάσκων, ὡς μετὰ τὴν πεῖραν ὀλοφυρό μενοι διατελέσουσι, πικρὸν ποιούμενοι πένθος, οἷον ἂν γένοιτο παρὰ νύμφης νέαν ἀγούσης τὴν ἡλικίαν, καὶ τὸν οἰκεῖον νυμφίον τεθνεῶτα ὁρώσης. θʹ. "Ἐξῆρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου." Τὸ μέντοι τὰ ἐσόμενα ὡς γεγενημένα λέγειν, ἴδιόν ἐστι τῆς θείας Γραφῆς. Κέχρηται δὲ τούτῳ, οὐ μόνον διὰ τὴν ἀπὸ γλώττης εἰς γλῶτταν ἑτέραν τῶν λόγων μεταφορὰν, ἀλλὰ καὶ διὰ τὴν τῶν λεγομένων βε βαίωσιν. Οὕτω γὰρ, φησὶν, ἀληθῶς ἔσται ταῦτα, ὅτι ὡς γεγενημένα τε θεωροῦμεν, καὶ ὡς περὶ γεγε νημένων διαλεγόμεθα. Ἀμέλει πάλιν ὡς περὶ γενο μένων τούτων, ἃ προείρηκε μέλλειν ἔσεσθαι, πενθεῖν τοῖς ἱερεῦσι παρακελεύεται, ὡς καὶ θυσιῶν καὶ σπονδῶν ἐπιλειπουσῶν διὰ τὴν σπάνιν τῶν ἀναγ καίων, καὶ μέντοι καὶ τὴν γῆν διὰ τὴν ἀκαρπίαν τῶν ἐξ αὐτῆς. Ἐν αἰσχύνῃ δὲ καὶ οἱ γηπόνοι, φησὶ, καθεστήκασι, πολλὰ μὲν ἐπὶ τὴν γῆν πεπονηκότες, οὐδένα δὲ καρπὸν κομισάμενοι. Τοῦτο δὲ καὶ νῦν συμβαῖνον ὁρῶμεν. Ἐν γὰρ ταῖς τῆς γῆς ἀκαρπίαις ἐρυθριᾷν εἰώθασιν οἱ γηπόνοι, τάς τε συνήθεις προσ όδους τοῖς κεκτημένοις οὐ χορηγοῦντες, καὶ διὰ τὴν τῶν ἀναγκαίων σπάνιν ἐξ ἐράνου ζῇν