1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

67

κατασύρασα. ιδʹ, ιεʹ. "∆ιὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν Ἰσραήλ. Ἕως τοὺς κληρονόμους σου ἀγάγω." Τούτου χάριν καὶ παρὰ σοῦ πλῆθος αἰχμ αλώτων οἱ πολέμιοι λήψονται· τούτους γὰρ ἐξαπο στελλομένους ὠνόμασε· καὶ ἕως Γὲθ ἔρημος ἡ γῆ σου γενήσεται, ἐπειδὴ τῇ τῶν ἀνοήτων τοῦ Ἰσραὴλ βασιλέων ἠκολούθησας ἀσεβείᾳ. Ἐν ταύτῃ δὲ γενήσῃ τῇ ἐρημίᾳ, ἕως τοὺς κληρονόμους ἀγάγω σου, τουτ έστιν, Ἕως ἂν τοὺς αἰχμαλώτους ἀπαχθέντας ἐλευθε ρώσας, ἐπαναγάγω πάλιν, καὶ τὴν πατρῴαν αὐτοῖς ἀποδῶ κληρονομίαν. Τινὲς δὲ τοὺς κληρονόμους, τοὺς πολεμίους ἡρμήνευσαν, οὕτω τὸ χωρίον νοή σαντες· "Οἰκήσει τοὺς οἴκους τοὺς ματαίους, οἵτινες εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν Ἰσραὴλ, ἕως τοὺς κληρονόμους," ἀντὶ τοῦ, τοὺς πολεμίους, "ἀγάγω σοι." Κατὰ δὲ τὸν Ἀκύλαν ἑνικῶς τεθει κότα τὸν κληρονόμον, καὶ βαθυτέραν εὑρίσκομεν διάνοιαν. Ἐν ἐρημίᾳ γὰρ, φησὶν, ἔσῃ τοὺς ματαίους οἴκους οἰκοῦσα, ἕως τὸν κληρονόμον ἀγάγω σοι, ὃν πόῤῥωθεν οἱ κακοὶ γεωργοὶ θεασάμενοι, κατὰ τὴν ∆εσποτικὴν παραβολὴν, εἶπον· "Οὗτός ἐστιν ὁ κλη ρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία." Οὗτος παραγενόμενος, οὐ τὴν Λάχις μόνην, ἀλλὰ καὶ πᾶσαν τὴν οἰκουμένην, τῆς τῶν ματαίων εἰδώλων δουλείας ἀπήλλαξε. Τούτοις ἐπάγει· "Κατοικοῦσα Λάχις κληρονομίαν ἕως Ὀδολλὰμ ἥξει." Αὕτη δὲ, φησὶν, ἡ ἐρημία οὐ μόνον σὲ καθέξει, ἀλλὰ καὶ ἕως τῆς Ὀδολλὰμ ἐκταθήσεται, καὶ τὴν ἔνδοξον Ἱερουσαλὴμ καταλήψεται. Αὐτὴν γὰρ θυγατέρα Σιὼν, προσηγόρευσε· πρὸς ἣν καὶ τὸν λόγον τρέψας φησίν· "Ἡ δόξα τῆς θυγατρὸς Σιὼν, (ιʹ.) ξύρησαι, καὶ κεῖραι ἐπὶ τὰ τέκνα σου τὰ τρυφερὰ, ἐμπλάτυνον τὴν ξύρησίν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ." Πένθιμον ἀνάλαβε σχῆμα, καὶ τὸν ἀπὸ τῶν τριχῶν ἄφελε κόσμον, ἀετὸν μιμουμένη, πάντων εἰς καιρὸν κατὰ τὸν τῆς φύσεως νόμον γυμνούμενον τῶν πτερῶν· ὃς κατὰ τουτονὶ τὸν καιρὸν οὐδὲ θηρεύειν ἰσχύει, οὐδὲ φοβερός ἐστιν οἷς πρότερον ἦν φοβερός. Τούτῳ παραπλησίως καὶ σὺ, τῆς ἐμῆς γυμνουμένη προνοίας, εὐάλωτος ἔσῃ τοῖς πολεμίοις, ὡς τῶν οἰκη τόρων σου πάντων ἔρημος γιγνομένη.

ΚΕΦΑΛ. Βʹ. αʹ. "Ἐγένοντο γὰρ λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις

αὑτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά." Οὐδὲ γὰρ τὰς νύκτας δίχα παρανομίας διῆγον, ἀλλὰ νύκτωρ τὴν πονηρίαν προμελετῶντες, καὶ τοῖς λογισμοῖς ταύτην διαγρά 81.1752 φοντες, μεθ' ἡμέραν ταῖς βουλαῖς ἐπετίθουν τὰ ἔργα. Τίνα δὲ ταῦτα καὶ ὅσα, ἀπαριθμεῖται. "∆ιότι οὐκ ἦραν χεῖρας πρὸς τὸν Θεὸν αὑτῶν. (βʹ.) Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ ἥρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐ τοῦ." Καὶ τὰς παρανομίας διεξελθὼν, προλέγει τὴν τιμωρίαν. γʹ. "∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ λο γίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστι." Τοὺς γὰρ θρασεῖς ὑμῶν καὶ ἀλαζονικοὺς κατακάμψω τρα χήλους, καὶ τῷ μεγέθει τῆς παιδείας κύπτειν εἰς γῆν ἀναγκάσω· ταῖς γὰρ ἄλλαις φυλαῖς παραπλη σίως, καὶ τήνδε παραδώσω τὴν φυλὴν τῇ δουλείᾳ διὰ τὰς προῤῥηθείσας παρανομίας. δʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λεγόν των· Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν." Ἐντεῦθεν καὶ τὰ πρόσθεν εἰρημένα ῥᾷον ἄν τις νοήσειεν· ὃ γὰρ εἶπεν ἄνω πένθος Σειρήνων, τοῦτο ἐνταῦθα θρῆνον ἐμμελῆ καλεῖ. Ὡς εἶναι δῆλον, ὅτι κἀκεῖ τὸν ἐμμελῆ θρῆνον πένθος Σειρήνων κατὰ τὸν περι φερόμενον ἐκάλεσε μῦθον. Τούτων, φησὶν, ἐπενεχθέν των αὐτῇ τῶν κακῶν, οὐ θρηνήσουσι μόνον ὑμᾶς οἱ τὰ καθ' ὑμᾶς ἀκούοντες, ἀλλὰ καὶ οἷόν τινι παρα βολῇ κεχρημένοι, ἑτέροις τὰ ὑμέτερα προσοίσουσι διηγήματα. Καὶ ὑμεῖς δὲ