1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

126

τῶν πολεμίων τὴν φάλαγγα. Καθάπερ γὰρ ἐκεῖνος τοῖς ποσὶν ἐπιβαίνουσιν εἴκει, οὕτω κἀκεῖνοι τραπή σονται, καὶ φεύγοντες κατακοντισθήσονται, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος ταύτης ἡγεῖται τῆς στρατη γίας. ʹ. "Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτούς." Οὕτω δὲ πάντας, φησὶν, αὐτῶν τοὺς ἐχθροὺς παραδοὺς τῷ θανάτῳ, οἰκῆσαι αὐτοὺς ἐν εἰρήνῃ τὴν γῆν τὴν πα τρῴαν παρασκευάσω. Καὶ τὴν αἰτίαν δεικνὺς, ἐπ 81.1929 ήγαγεν· "Ὅτι ἠγάπησα αὐτοὺς, καὶ ἔσονται ὃν τρό πον οὐκ ἀπεστρεψάμην αὐτούς." Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσε· "Καὶ ἔσονται ὡς ἂν εἰ μὴ ἀπωσάμην αὐτούς." Οὕτω γὰρ αὐτοὺς, φησὶν, ἀνθῆ σαι παρασκευάσω, ὥστε μηδὲ αἴσθησιν ἔχειν τῆς γεγενημένης αἰχμαλωσίας, τὴν προτέραν ὁρῶντας εὐπραξίαν. "∆ιότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἐπ ακούσομαι αὐτῶν. (ζʹ.) Καὶ ἔσονται ὡς μαχη ταὶ οἱ τοῦ Ἐφραῒμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἀπὸ οἴνου, καὶ τὰ τέκνα αὐτῶν ὄψον ται καὶ εὐφρανθήσονται, καὶ χαρήσεται ἡ καρ δία αὐτῶν ἐπὶ τῷ Κυρίῳ." Κύριος γὰρ αὐτῶν, φησὶν, ὢν καὶ Θεὸς, καὶ τὰς δεήσεις δέξομαι, καὶ νικηφόρους ἀποφανῶ, καὶ ἐν θυμηδίᾳ πάσῃ διάγειν παρασκευάσω. Καὶ τὰ τέκνα δὲ αὐτῶν ὁμοίως αὐτοῖς ἐν ἡδονῇ πάσῃ διάξει, ἐπ' ἐμοὶ σεμνυνόμενα, καὶ ἐπὶ τῇ δυνάμει μου γαυριῶντα. ηʹ. "Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται, καθότι ἦσαν πολλοί." Καὶ εἰς πλῆθος δὲ, φησὶν, αὐξηθή σονται, τῆς πολυγονίας τὴν εὐλογίαν δεξάμενοι, ὥστε μὴ ἀρκουμένους ταῖς οἰκείαις πόλεσι, καὶ εἰς ἑτέρας ἀποικισθῆναι πόλεις, καὶ γενέσθαι καὶ ἄλλοις δι' αὐτῶν πρόφασιν σωτηρίας. Τοῦτο γὰρ ἐσήμανεν, εἰρηκώς· θʹ. "Καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, καὶ ἐκθρέψουσι τὰ τέκνα αὑ τῶν." Ὁρῶντες γὰρ, φησὶν, αὐτῶν τὴν εὐσέβειαν σπουδαίαν, πᾶσαν αὐτῶν ποιήσονται ἐπιμέλειαν. ιʹ. "Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς, καὶ εἰς τὴν Γαλαα δῖτιν, καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδείς." Ἐπανάξω δὲ αὐ τοὺς, φησὶ, καὶ ἐξ Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων, καὶ τήν τε πατρῴαν γῆν οἰκῆσαι παρασκευάσω, καὶ τὴν Γαλααδῖτιν ἐξ αὐτῶν ἐμπλήσω, καὶ μέχρις αὐτοῦ τοῦ Λιβάνου τὴν οἴκησιν αὐτοῖς δωρήσομαι, καὶ οὐδὲν αὐτοῖς ἐμποδὼν γενήσεται, ἐπειδὴ πάντας τοὺς πο λεμεῖν αὐτοῖς πειρωμένους ὀλέθρῳ παραδώσω. Τοῦτο γὰρ παραδηλοῖ τὸ, ιαʹ. "∆ιελεύσονται ἐν θαλάσσῃ στενῇ, καὶ πατά ξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσονται πάντα τὰ βάθη ποταμῶν." Ἐν μεγίστοις γὰρ ἀπο ληφθέντες κινδύνοις, καὶ μικροῦ δεῖν τὴν σωτηρίαν ἀπαγορεύσαντες (τοῦτο γὰρ στενὴν ἐκάλεσε θάλασ σαν), τὰ τῶν δυσμενῶν ἐπάταξαν κύματα καὶ οἷόν τινας βαθεῖς ποταμοὺς ξηροὺς ἀπέφηναν, τοὺς ἐκεί νων καταναλώσαντες λόχους. "Καὶ καθαιρεθήσεται πᾶσα ἡ ὕβρις Ἀσ συρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. (ιβʹ.) Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος." 81.1932 Τέλος, φησὶ, καὶ ἡ τῆς Αἰγύπτου βασιλεία λήψεται, καὶ ἡ Ἀσσυρίων ὑπερηφανία σβεσθήσεται· καὶ οὗτοι δὲ, οἱ ἐκείνοις πάλαι δουλεύσαντες, διὰ τῆς ἐμῆς ἐπικουρίας ἐπίσημοι καὶ πολυθρύλλητοι παρὰ πᾶσι γενήσονται.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ, βʹ. "∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς

κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος." Πάντες τοίνυν οἱ ἐπὶ δυνάμει μέγα φρονοῦντες, καὶ τοῦ Λιβάνου τὸ ὕψος τῇ τῆς ἀλαζονείας φαντασίᾳ μιμούμενοι, εὐ τρεπεῖς ἑαυτοὺς πρὸς τὴν ἐπιφερομένην ὑμῖν κατα στήσατε τιμωρίαν. Οἱ δὲ τούτων ὑποδεέστεροι (τού τους γὰρ πίτυς καλεῖ), τὸν τῶν δυνατωτέρων ὄλεθρον θεωροῦντες, τὰς οἰκείας ὀλοφύρεσθε συμφοράς. "Ὀλολυξάτω γὰρ, φησὶ, πίτυς, ὅτι πέπτωκε κέδρος." Καὶ ἑρμηνεύων ἃ τροπικῶς εἴρηκεν, ἐπήγαγεν· "Ὅτι μεγιστᾶνες μεγάλως ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι