1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

83

παρ' ἐκείνων κομιζόμενα εὐαγγέλια δέ χεσθαι, καὶ ἀντὶ τῆς προτέρας δειλίας ἀνδρείαν ἀνα λαβεῖν. Τοῦτο γὰρ εἶπε, Κράτησον ὀσφύος· ἀντὶ τοῦ, Τὴν προτέραν ἀπόθου δειλίαν. Οὕτως ὁ μακάριος Ἠλίας ἔσφιγξε τὴν ὀσφὺν αὑτοῦ, καὶ ἔτρεχε πρὸ τοῦ ἅρματος τοῦ Ἀχαάβ. Οὕτως τῷ Ἰώβ φησιν ὁ Θεός· "Ζῶσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου." Καὶ ὁ θεῖος παρακελεύεται Παῦλος, ζώσασθαι τὰς ὀσφύας ἐν ἀληθείᾳ. Κἀνταῦθα τοίνυν θαῤῥεῖν τῷ Ἰούδᾳ παρα κελεύεται, ὅτι ἀπέστρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰα κὼβ, καθὼς ὕβριν Ἰσραήλ. Ἰστέον δὲ, ὅτι τὸ μὲν Ἰακὼβ ὄνομα ὑπὸ τῶν πατέρων ἐτέθη τῷ Ἰακώβ· τὸ δὲ Ἰσραὴλ ὑπὸ τοῦ Θεοῦ· ἀμφοτέρων δὲ τῶν ὀνομάτων μετέλαχεν ὁ ἐξ Ἰακὼβ λαός. Λέγει τοίνυν, ὅτι Τῶν εἰς σὲ τὸν Ἰακὼβ γεγενημένων ὑπὸ τῶν Ἀσσυρίων δεινῶν δίκας αὐτοὺς εἰσεπραξάμην διὰ τὴν τοῦ προπάτορος ἀρετὴν, ἧς εἵνεκα καὶ τὴν Ἰσραὴλ αὐτῷ προσηγορίαν ἐπέθηκα. "∆ιότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν. (γʹ.) Ὅπλα δυναστείας αὐτοῦ ἐξ ἀνθρώπων." Ὃν τρόπον οἱ τὰ τῆς ἀμ πέλου, φησὶν, ἐκτινάσσοντες κλήματα, πάντα δια φθείρουσι τὸν καρπόν· οὕτως οἱ τούτοις ἐπελθόντες πολέμιοι, καὶ τὴν δυναστείαν αὐτῶν κατέλυσαν, καὶ τὰς πανοπλίας ἀφείλοντο, καὶ τοὺς τὸν θάνατον δια φυγόντας δουλεύειν ἠνάγκασαν. Καὶ δεικνὺς, ὡς οὐ δι' ἀσθένειαν ταῦτα πείσονται, ἀλλὰ διὰ τὴν ὑπ' αὐ τοῦ κατ' αὐτῶν ἐξενεχθεῖσαν ψῆφον, ἐπήγαγεν· "Ἄν δρες δυνατοὶ ἐμπαίζοντες ἐν πυρί." Τοσαύτῃ γὰρ ἐχρῶντο θρασύτητι, ὡς καὶ αὐτοῦ κατατολμᾷν τοῦ πυρός. "Αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοι μασίας αὐτῶν, καὶ οἱ ἱππεῖς θορυβηθήσονται. (δʹ.) Ἐν ταῖς ὁδοῖς συγχυθήσεται τὰ ἅρματα, καὶ συμ πλακήσονται ἐν ταῖς πλατείαις." Οὐδὲν γὰρ, φησὶν, ὑμᾶς ὀνήσει, οὐ τὸ πλῆθος τῶν ηὐτρεπισμένων ἁρ μάτων, οὐχ ἡ ἱππικὴ δύναμις· ἀπὸ γὰρ τοῦ θορύβου τῶν ἐπιόντων πολεμίων ἄχρηστα πάντα γενήσεται ἀλλήλοις ἐν ταῖς ὁδοῖς συμπλεκόμενα, καὶ ὑπὸ ἀλ λήλων συμπατούμενα. "Ἡ ὅρασις αὐτῶν ὡς λαμ πάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι." Καὶ μὴν, φησὶ, γενναῖον εἴχετε πάλαι φρόνημα, καὶ τὸ θυμοειδὲς διὰ τῶν ὀφθαλμῶν ἐδηλοῦτε, καὶ οἷόν τισι 81.1800 λαμπάσι καὶ ἀστραπαῖς ἐξεδειματοῦτε τοὺς ὑπηκόους· ἀλλ' ἐν τῇ τῶν πολεμίων προσβολῇ δειλία ὑμᾶς ἀντὶ τῆς ἀνδρείας καθέξει. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομέ νων ἐδήλωσε. εʹ. "Μνησθήσονται γὰρ, φησὶν, οἱ μεγιστᾶνες αὐ τῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὑτῶν· σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοι μάσουσι τὰς προφυλακὰς αὑτῶν." Οἱ γὰρ ἐπὶ τῇ δυναστείᾳ πάλαι μέγα φρονοῦντες, πάντα πόρον κι νήσουσι διαφυγεῖν πειρώμενοι· καὶ τούτου δὲ δια μαρτάνοντες, πάλιν εἰς τοὺς περιβόλους ἀναβήσονται, καὶ τῆς φυλακῆς φροντιοῦσι τῆς πόλεως· (ʹ.) ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ αἱ πύλαι ἀνοιγήσονται, καὶ τὰ βασίλεια ὑπὸ τοῖς πολεμίοις γενήσεται, καὶ οἱ ἐν τοῖς βασιλείοις ληφθήσονται θησαυροί. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· "Ἡ ὑπόστασις ἀπεκαλύφθη." Ἀντὶ τοῦ, τὰ πάλαι κεκρυμμένα, καὶ πολλοῖς κλεί θροις ἠσφαλισμένα, δῆλα πᾶσιν ἐγένετο. "Καὶ αὕτη ἀνέβαινε." Τὴν Νινευῒ λέγει· περὶ αὐτῆς γὰρ προ λέγει. ζʹ. "Καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καὶ ὡς περιστε ραὶ φθεγγόμεναι ἐν καρδίᾳ ἑαυτῶν." Κοινωνήσουσι δὲ αὐτῇ τῆς αἰχμαλωσίας καὶ αἱ ὑπήκοοι πόλεις καὶ κῶμαι, κατὰ διάνοιαν στενάζουσαι, καὶ τῶν περιστε ρῶν μιμούμεναι τὴν ἠχήν. ηʹ. "Καὶ Νινευῒ, ὡς ὕδατα κολυμβήθρας τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων." Τοσοῦτοι γὰρ ὄντες οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, ὡς ἀπεικάζεσθαι αὐτὴν κολυμβή θρᾳ ὑδάτων πεπληρωμένῃ, καὶ ἐκβλυζούσῃ τὰ πε ριττὰ, πρὸς φυγὴν εἶδον ἅπαντες, οὐδὲ ἐπιστραφῆ ναι πάλιν εἰς τοὐπίσω τολμήσαντες. Εἶτα τὴν προ τέραν αὐτῶν ἀδικίαν διέξεισι. θʹ. "∆ιήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυ σίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς." Ἀλλ' ἃ κακῶς συνήθροισεν ἑτέροις παραδοθήσεται. "Βε βάρυνται γὰρ ὑπὲρ πάντα τὰ σκεύη αὐτῆς τὰ ἐπι θυμητά." Κατὰ τούτων γὰρ, φησὶ, τῶν θησαυρῶν τὸ πλῆθος χωρήσει τῶν πολεμίων. Ὡς γεγενημένα δὲ τὰ ἐσόμενα λέγει,