1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

37

ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρονομίας μου Ἰσραήλ· οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου κατα διείλαντο. (γʹ.) Καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλή ρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου, καὶ ἔπινον." Ἐντεῦθεν δῆλον, ὡς τῶν ὁμόρων ἡγουμένων ἠκολούθουν οἱ ἄλλοι· αὐτοὶ γὰρ, κατὰ τὸν τῆς αἰχμαλωσίας και ρὸν, καὶ τὴν γῆν καταδιείλαντο, ὡς μηδενὸς ἔτι ὄντος, μήτε τοῦ δεσπόζοντος, μήτε τοῦ γεωργοῦντος, καὶ τὸν κλῆρον δὲ ἔβαλον, τὰς διαιρέσεις ποιούμενοι· καὶ τοὺς διαφυγόντας ἀπεδίδοντο, εἰς ἀσωτίαν καὶ τρυ φὴν τὴν ὑπὲρ αὐτῶν καταβαλλομένην καταδαπα νῶντες τιμήν. Τὸ δὲ, "∆ιακριθήσομαι ὑπὲρ τοῦ λαοῦ μου," τέθεικε, διδάσκων, ὡς ἀπαιτήσει αὐτοὺς ποινὴν τῆς εἰς τὸν λαὸν τολμηθείσης παρανομίας. Ἐντεῦθεν ἐγκαλεῖ τῇ Τύρῳ καὶ τῇ Γαλιλαίᾳ τῶν ἀλλοφύλων (χώρα δὲ αὕτη τῆς Τύρου), ὅτι καὶ αὐτὴ τῶν ταῦτα δρασάντων ἐγένετο, μνησικακίᾳ κατὰ τοῦ λαοῦ χρησαμένη. Οἰκειούμενος δὲ τὰ εἰς τὸν λαὸν τολμηθέντα, ἔφη· "Μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί;" Ὥσπερ γὰρ τῶν ἀποστόλων διωκομένων ὑπὸ τοῦ Σαύλου, ἄνωθεν ἔλεγε· "Σαοὺλ, Σαοὺλ, τί με διώ κεις;" οἰκεῖα πάθη καλῶν τὰ κατ' ἐκείνων τολμώ μενα· οὕτως ἐνταῦθα, πρὸς τὴν Τύρον διαλεγόμενος, τὸ πρόσωπον ἀνείληφε τοῦ λαοῦ, καὶ εἰς ἑαυτὸν ἀνήνεγκε τὰ κατ' ἐκείνου γινόμενα. Ἀπειλεῖ δὲ αὐ τοῖς τὴν ταχίστην ἀπόδοσιν, τῆς εἰς τὸν λαὸν παρα νομίας τὴν δικαίαν ἀντίδοσιν. Εἶτα λέγει καὶ τῆς ἀδικίας τὰ εἴδη. Λαβόντες γὰρ, φησὶ, τὸ ἀργύριον, καὶ τὸ χρυσίον μου, καὶ τὰ ἄλλα τὰ ἀνακείμενά μοι, εἰς τοὺς τῶν εἰδώλων ὑμῶν εἰσηνέγκατε ναούς· τοὺς δὲ διαφυγόντας τῶν Βαβυλωνίων τὴν ἔφοδον Ἰου δαίους τοῖς υἱοῖς τῶν Ἑλλήνων ἀπέδοσθε, ἕνα σκο πὸν ἔχοντες, ὥστε πόῤῥω αὐτοὺς τῆς ὑπ' ἐμοῦ δοθεί σης αὐτοῖς καταστῆσαι γῆς. Ἀλλ' ἐγὼ πάντοθεν αὐτοὺς συναθροίσας, αὖθις αὐτοὺς ἀνακτήσασθαι τὴν οἰκείαν παρασκευάσω δύναμιν, ὥστε ὑμᾶς ἐνδί κως ἀμύνασθαι, καὶ καταλῦσαι τὴν ὑμετέραν ὀφρὺν, καὶ ἐξανδραποδίσαι, καὶ εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἀναγκάσαι δουλεύειν. Ἀπὸ τῆς Τύρου πάλιν εἰς τὰ Σκυθικὰ τὴν προφητείαν μετήνεγκε, καὶ κελεύει κηρῦξαι τοῖς ἔθνεσι, καὶ διεγεῖραι τοὺς μαχητὰς, καὶ ἀφορίσαι εἰς πόλεμον· τοῦτο γὰρ ἐκάλεσεν ἁγιάσαι. Ἐπειδὴ γὰρ ὁ ἅγιος τῶν ἐναγῶν ἑαυτὸν ἀφορίζει πραγμάτων, πᾶν τὸ εἴς τι ἀφορι ζόμενον ἁγιάσαι καλεῖ· οὕτως καὶ ἄνω, Ἁγιάσατε, ἔφη, νηστείαν, τουτέστιν, Ἀφορίσατε. Καὶ ὁ Ἡσαΐας περὶ τῶν Βαβυλωνίων· "Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς·" ἀντὶ τοῦ, εἰς τοῦτο ἀφωρισμένοι. Εἶτα κελεύει τὰ γεωργικὰ ὄργανα εἰς πολεμικὰ μετασκευάσαι, καὶ τὸν ἀσθενῶς διακείμενον, ὡς 81.1660 ῥωμαλέον εἰς τὴν παράταξιν εὐτρεπίσασθαι, καὶ τὸν πραότητι συζῶντα, μεταβληθέντα προθύμως ἀνδρ αγαθίζεσθαι· πάντας δὲ εἰς τὴν κοιλάδα τοῦ Ἰωσα φὰτ συναθροίζεσθαι. ιβʹ. "Ὅτι ἐκεῖ, φησὶ, καθίσω, διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν." Τουτέστι, τὰ κύκλῳ τῆς Ἱερου σαλὴμ οἰκοῦντα, Ἰδουμαίους, Ἀμμανίτας, Μωαβίτας, Ἀμαληκίτας, Ἀλλοφύλους, Τυρίους, Σιδωνίους· οὗτοι γὰρ τὰ Σκυθικὰ κατὰ τῶν Ἱεροσολύμων ἔθνη συνήθροισαν. Εἶτα τροπικῶς τούτων τὴν ἀναίρεσιν κωμῳδῶν, τρυγητὸν μὲν καλεῖ τὴν σφαγὴν, δρέ πανα δὲ τὰ δόρατα, καὶ τὰ ξίφη, δι' ὧν ἀνῃρέθησαν ληνὸν δὲ καὶ ὑπολήνιον, τὴν φάραγγα τῶν αἱμά των ἐκείνων πεπληρωμένην. Καὶ τὴν αἰτίαν τῆς τιμωρίας· "Ὅτι ἐπληθύνθη, φησὶ, τὰ κακὰ αὐτῶν." Εἶτα τὸν ἐν ταῖς σφαγαῖς θόρυβον. ιδʹ. "Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης." Κοιλάδα δὲ δίκης τὴν Ἰωσαφὰτ ὠνόμασε φάραγγα, ὡς τὸ κριτήριον καὶ τὴν κατ' αὐτῶν δεξα μένην ψῆφον. Λέγει δὲ καὶ τὸν ἥλιον, καὶ τὴν σελή νην, καὶ τοὺς λοιποὺς ἀστέρας, τοῦ φωτὸς στερηθή σεσθαι. Καὶ εἰκὸς μὲν τῷ ὄντι ταῦτα γενέσθαι, τοῦ Θεοῦ τῶν ὅλων πᾶσαν κατ' αὐτῶν τὴν κτίσιν κινήσαντος. Ἔστι δὲ ὅμως καὶ ἑτέρως νοῆσαι. Τοῖς γὰρ ἔξω τῆς ζωῆς γενομένοις, καὶ θανάτῳ παρα δοθεῖσιν, οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε τις ἀστέ ρων, τοῦ φωτὸς καταπέμπει τὴν αἴγλην. Καὶ μέντοι καὶ ὑπὸ