1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

46

καθαρισμὸν ἡρμηνεύκασι· δη λοῖ δὲ τὸν λιμόν. Τῶν γὰρ μηδαμῶς ἐσθιόντων οὐδὲ λείψανον οἱ ὀδόντες ἐν αὐτοῖς τροφῆς ἐνισχόμενον ἔχουσι. Τοῦ λιμοῦ τοίνυν καὶ τῆς ἐνδείας καταλα βούσης ὑμᾶς, ἐπειδὴ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν κατὰ τοῦ χορηγοῦ τῶν δωρεῶν ἐσκιρτήσατε, καὶ οἱ ὀδόντες ὑμῶν γομφιασμὸν ὑπομενοῦσιν, οὐκέτι τρο φῆς ἀπολαύειν δυνάμενοι, ἀλλ' ἐοικότες τοῖς ὑπὸ ὄμ φακος, ἤ τινος τῶν στυφοτέρων πληττομένοις, καὶ τροφὴν λεπτύνειν οὐ δυναμένοις. Ἀλλὰ καὶ ταύτης ὑμῖν τῆς παιδείας ἐπαγομένης τοῖς προτέροις ἐπι μενεῖτε κακοῖς. Ἀλλ' οὐδὲ οὕτως τῆς ὑμετέρας παύ σομαι θεραπείας· καὶ ἑτέραν γὰρ ὑμῖν ἐπάξω παι δείαν, καὶ τὸν ὄψιμον ἐπισχὼν ὑετὸν (τοῦτο γὰρ εἶπε, Πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ), ἀκαρπίᾳ παραδώσω τὴν γῆν. Φιλανθρωπίᾳ δὲ χρώμενος, καὶ δεικνὺς, ὡς οὐκ ἀπὸ ταυτομάτου ταῦτα συμβαίνει, ἀλλ' ἐμοῦ νεύοντος γίνεται, ταύτῃ μὲν τῇ πόλει παρ έξω τὸν ὑετὸν, ἐκείνῃ δὲ τῆς τοιαύτης ἀρδείας οὐ μεταδώσω, ὡς τὴν μὲν παντελῶς διαυανθῆναι γῆν, τὴν δὲ μερικῶς ὑσθῆναι. Τοιαύτη δὲ ἔσται σπάνις ὑδάτων, ὡς δύο καὶ τρεῖς πόλεις κατὰ ταὐτὸν τρέ χειν εἰς τὴν ἔχουσαν πόλιν ὕδωρ, πόσεως ἐφιεμένας καὶ μηδὲ οὕτω κόρῳ θεραπεύειν τὸ δίψος. Ἀλλ' ὅμως ἐπιμενεῖτε καὶ οὕτω νοσοῦντες ἀνήκεστα, καὶ ταῦτα 81.1685 καὶ ἑτέροις ἤδη περιπεσόντες κακοῖς· ἐγὼ γὰρ, ἅτε δὴ ψυχῶν ἰατρὸς, καὶ ἄλλον καυτῆρα προσήνεγκα, νόσους ὑμῖν διαφόρους ἐπαγαγὼν, νῦν μὲν πυρώσεις, νῦν δὲ ἰκτέρους· ὑμεῖς δὲ τῆς ἀσεβείας οὐκ ἐπελή σθητε. Καὶ μετὰ ταύτην δὲ τὴν παιδείαν ἐδέξω καὶ τὴν κάμπην πᾶν ὅ τι τερπνὸν ἐν ἀμπελῶσιν, ἢ ἐλαιῶ σιν, ἢ κήποις οἴχεται· καὶ οὐδὲ τοῦτο πέπεικεν ὑμᾶς ἐπιγνῶναι τὸν τὰς παιδείας ἐπάγοντα. Τούτοις προστίθησιν, ὅτι καὶ τὸν Ἀσσύριον φεύγοντας, καὶ τὴν Αἴγυπτον καταλαβεῖν σπεύδοντας, τῇ τοῦ Ἀσσυ ρίου παραδέδωκα ῥομφαίᾳ, καθάπερ τινὶ πυρὶ τῇ ὀργῇ κεχρημένος· καὶ οὐδὲ ἐντεῦθεν τὸ δέον συνιδεῖν ἠβουλήθησαν. ∆ιό φησι· ιαʹ. "Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα." Οὐκ ἄλλον παραδηλῶν τὸν ἐκεῖνα πεποιηκότα, ἀλλ' ὡς περὶ αὐτοῦ διαλεγόμενος. "Καὶ ἐγένεσθε, φησὶν, ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με, λέγει Κύριος." Καθάπερ γὰρ ὁ δαλὸς ἡμιφλεγὴς γενόμενος, δείκνυσι μὲν τοῦ πυρὸς τὴν ἐνέργειαν, ἄχρηστον δέ ἐστιν εἰς πᾶν ὁτιοῦν, μόνῳ δὲ πυρὶ χρήσιμος· οὕτως ὑμεῖς τῶν πλείστων ἀναιρεθέντων εἰς αἰχμαλωσίαν ἐπαγόμενοι, πάσης μὲν δυνάμεως γυμνωθήσεσθε, εἰς δουλείαν δὲ μόνην ἐπιτήδειοι φανεῖσθε. ιβʹ. "∆ιὰ τοῦτο οὕτω ποιήσω σοι, Ἰσραήλ· πλὴν οὕτω ποιήσω σοι." Ἀλλ' ὅμως καὶ ἀνήκεστα νοσοῦσι τὴν προσήκουσαν ὑμῖν θεραπείαν προσοίσω. "Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. (ιγʹ.) ∆ιότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὑτοῦ· ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς, ὁ Παντοκράτωρ ὄνομα αὐτῷ." Ταύτης τοίνυν ἀπαλλαγεὶς τῆς ἀναλ γησίας, ὦ Ἰσραὴλ, τὸν ἐπικληθέντα σου Θεὸν ἐπι ζήτησον, ὃς τοῦ ἀέρος τὸ μανὸν καὶ χαῦνον εἰς τὸν φρικώδη τῆς βροντῆς μεταβάλλει κτύπον, διὰ τῶν ὑπ' αὐτοῦ γεγενημένων ἀνέμων τοῦτον ἀνακινῶν καὶ συστρέφων. Οὗτός σοι καὶ τὸν εἰς τὴν σὴν ἐλευθερίαν ἀφωρισμένον μηνύει βασιλέα· λέγει δὲ τὸν Κύρον. Ῥᾴδιον δὲ αὐτῷ, καὶ μετὰ νύκτα βαθεῖαν ἀγαγεῖν τὸν ὄρθρον, καὶ μεθ' ἡμέραν ὁμίχλῃ κρῦψαι τὸ φῶς. Καθάπερ οὖν ἐν σταθερᾷ σοι μεσημβρίᾳ καθημένῳ (ταύτῃ γὰρ ἔοικεν ἡ εἰρήνη), τὴν τῆς αἰχμαλωσίας ὁμίχλην ἐπήγαγεν· οὕτω τῆς δουλείας καταπαύσας τὴν νύκτα, τὸν ἥδιστον τῆς ἐλευθερίας ὄρθρον ἀνα τεῖλαι κελεύει. "Ἐπιβαίνει γὰρ ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς·" τουτέστι, πάντων ἐστὶν ὑψηλότατος, καὶ πᾶσαν τὴν οἰκουμένην πληροῖ, ἅτε δὴ Κύριος ὢν καὶ Θεὸς, κατὰ πάντων ἔχων τὸ κράτος. Οὕτω τὰ θυμήρη μηνύσας, εἰς τἀναντία μεταφέρει τὸν λόγον, τούτοις μὲν φοβῶν, ψυχαγωγῶν δὲ ἐκείνοις, καὶ προσέχειν ἐκθύμως τῇ μετανοίᾳ παρασκευάζων. 81.1688