1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

24

ἐδεήθη αὐτοῦ, καὶ ἐν Βαιθὴλ ηὗρεν αὐτόν." Φεύγων γὰρ ὁ Ἰακὼβ τοῦ ἀδελφοῦ τὴν ἐπιβουλὴν, καὶ πρὸς Λάβαν τὸν θεῖον ἀποδιδράσκων, ἐν τῇ Βαιθὴλ γενόμενος τῆς θείας ἀποκαλύψεως ἔτυχε, καὶ τὰς θείας ἐπαγγελίας ἐδέξατο. "Μὴ φοβοῦ γὰρ, φησὶν, Ἰακὼβ, διότι ἐγὼ μετὰ σοῦ εἰμι." Καὶ κλαίων δὲ, ὡς εἰκὸς, τοὺς λό γους ἐκείνους ἐποιήσατο· "Ἐάν μοι δῷ Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἀποκατα στήσει με μετ' εἰρήνης, ἔσται μοι Κύριος εἰς Θεὸν, καὶ ὁ λίθος, ὃν ἔστησα, ἔσται μοι εἰς οἶκον Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι αὐτά." Καὶ ἐπανιὼν δὲ, κατὰ τὸν τόπον ἐκεῖνον γενόμενος, τὸν εὐεργέτην ὑμνῶν ἔλεγεν, ὅτι "Ἐν τῇ ῥάβδῳ μου ταύτῃ παρῆλθον τὸν Ἰορδάνην, καὶ ἰδοὺ γέγονα εἰς δύο παρεμβολάς." Τοῦτο τοίνυν οἱ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον ἑρμηνεύσαντες παρεδήλωσαν, διδάσκοντες ὅτι ἐν τῇ Βαιθὴλ, ἥτις, φησὶ, νῦν τὸ Ὢν εἴδωλον ἔχει, ὤφθη τῷ Ἰακώβ· οἱ δὲ Ἑβδομήκοντα ἐπὶ πληθυντικὸν ἀπὸ τοῦ ἑνικοῦ μεταβάντες, διδάσκουσιν ἡμᾶς οὕτω νοεῖν, ὅτι Ὁ μὲν προπάτωρ ὑμῶν τοιοῦτος περὶ ἐμὲ γενόμενος τῆς παρ' ἐμοῦ κηδεμονίας ἠξίωται· ὑμεῖς δὲ τὴν ἐναντίαν ὡδεύσατε, καὶ μεταμελείᾳ δὲ χρήσασθαι βουληθέντες, οὐκ εἰς τὸν ἀφιερωμένον μοι νεὼν ἐλη λύθατε, ἀλλὰ παρὰ τὸ Ὢν εἴδωλον ὀλοφυρόμενοι τὴν ἐμὴν ἐζητεῖτε βοήθειαν. Ἐγὼ δὲ καὶ οὕτω παροι νούμενος ἐπεφάνην ὑμῖν, καὶ ἐν οἷς ἐκαλέσατε τό ποις τὰς ἀποκρίσεις ἐποιησάμην. Καὶ τοῦτο διδάσκει σαφῶς Ἀμὼς ὁ προφήτης, ἐν τῇ Βαιθὴλ, ἐν ᾗ τὸ εἴδωλον ἦν τὸ Ὢν, πᾶσαν ποιησάμενος τὴν προφη τείαν· πρὸς ὃν καὶ ὁ Ἀμασίας, ὁ τῆς Βαιθὴλ ἱερεὺς, ἔφη "Πορεύου εἰς γῆν Ἰούδα, καὶ μὴ προφήτευε εἰς Βαιθὴλ, ὅτι ἁγίασμα βασιλέως ἐστίν." εʹ, ϛʹ. "Ὁ δὲ Κύριος ὁ παντοκράτωρ ἔσται μνημό συνον αὐτοῦ. Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διὰ παντός." Τοιοῦτον ἔχων ∆ε σπότην, ὃς κατὰ πάντων ἔχει τὸ κράτος, ἄληστον αὐτοῦ διὰ παντὸς ἔχε τὴν μνήμην, καὶ δικαιοσύνης ἀντέχου, καὶ φιλάνθρωπος ἔσο περὶ τὸν πέλας, καὶ τοῖς θείοις διηνεκῶς ἀκολούθει προστάγμασιν· οὕτω γὰρ τῷ Θεῷ πελάζων ἕξεις αὐτὸν ὑπερμαχοῦντα προθύμως. ζʹ, ηʹ. "Χαναὰν, ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας· καταδυναστεύειν ἠγάπησε· καὶ εἶπεν Ἐφραΐμ· Πλὴν πεπλούτηκα, εὕρηκα ἀνάπαυσιν ἐμαυτῷ." Χαναὰν τὸν Ἐφραῒμ προσαγορεύει. Οὕτω γὰρ καὶ ὁ μακάριος Ἰεζεκιὴλ προσδιαλεχθῆναι προσετάχθη τῇ Ἱερουσαλήμ· "Τὸ σπέρμα σου καὶ ἡ γένεσίς σου, ἐκ τῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία." Ὧν γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν, τούτων καὶ τῆς προσηγορίας μετέλαχον. Σὺ τοίνυν, ὦ Ἐφραῒμ, τὴν τοῦ Χαναὰν μιμούμενος πονηρίαν, 81.1620 ἄδικα ἐκτήσω τὰ τῆς διανοίας ζυγά· τὸ γὰρ δίκαιον ἀτιμάζων διατελεῖς, τὴν ἄδικον δυναστείαν ποθεῖς, καὶ ἐπὶ πλούτῳ μέγα φρονεῖς, καὶ ἀλαζονευόμενος σαυτῷ τὴν τούτου συλλογὴν ἐπιγράφεις. Ἰστέον δὲ, ὅτι τὸν ἄδικον ζυγὸν καὶ ὁ μακάριος μνημονεύει ∆αβὶδ, λέγων· "Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι." Καὶ τὰ ἐπαγόμενα δὲ συμ φωνεῖ τοῖς περὶ τοῦ Ἐφραῒμ εἰρημένοις· "Μὴ ἐλ πίζετε ἐπ' ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν." Ἑνὸς γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ νάματα. Καὶ τὸ ἀκροτελεύτιον δὲ ἐκεῖνο, "Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ," συμφωνεῖ τοῖς ἐπ αγομένοις ἐνταῦθα· "Πάντες γὰρ οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι' ἀδικίας, ἃς ἥμαρτεν." Γυ μνωθήσεται γὰρ τῶν τῆς εὐπορίας ἀγαθῶν, δικαίας τῆς παρανομίας ἀπαιτούμενος δίκας. θʹ. "Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἐν ἡμέραις ἑορτῆς." Ἐπειδὴ γὰρ τῆς Αἰγυπτιακῆς δουλείας ἀπαλλαγεὶς λήθῃ τὴν εὐεργεσίαν παρέδω κας, αὖθις οἰκήσεις σκηνὰς, μέτοικος ἐν τῇ ἀλλοτρίᾳ γενόμενος, καὶ ἀναμνησθήσῃ ὧν ἐπετέλεις σκηνῶν ἐν ταῖς ἑορταῖς τρυφῶν, καὶ τῆς ἐν ἐρήμῳ διαγωγῆς πανηγυρίζων τὴν μνήμην. Λέγει δὲ τῆς Σκηνοπηγίας τὴν ἑορτήν. ιʹ. "Καὶ ἐλάλησα πρὸς προφήτας, καὶ ἐγὼ ὁρά σεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην." Ἐνδίκως δὲ τήνδε τὴν τιμωρίαν