1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

35

οἴνου καὶ τοῦ ἐλαίου τὰς ληνοὺς 81.1652 ὑπερβλύζειν. Καὶ διδάσκων σαφῶς, ὡς οὐ μόνον πο λεμικὴν ὑπέμειναν ἔφοδον, ἀλλὰ καὶ ὑπὸ ἀκρί δος, καὶ τῶν ἄλλων λίαν ἐμαστιγώθησαν, εὐθὺς ἐπήγαγε· κεʹ. "Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπ έστειλα εἰς ὑμᾶς." ∆ύναμιν δὲ αὑτοῦ μεγάλην τὴν κάμπην ἐκάλεσεν, οὐκ ἐπειδὴ ταὐτὴν ἔχει δύναμιν μεγάλην "ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, ὁ ἐπιτιμῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν," καὶ μυρία τούτων μείζονα δυνάμενος δρᾷν· ἀλλ' ἐπειδὴ μείζων ἡ ἐκ ταύτης αὐτοῖς ἐγένετο βλάβη, μεγάλην αὐτὴν προσηγόρευσε δύναμιν. κʹ. "Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ' ὑμῶν θαυμάσια." Τοῦτο γὰρ τῶν ἀγαθῶν τὸ κεφάλαιον, οὐ τὸ εἰς κόρον ἀπολαῦσαι τῶν ἀγαθῶν, ἀλλὰ τὸ ὑμνῆσαι τὸν δοτῆρα τῶν ἀγαθῶν. Τοῖς δὲ οὕτως εὐγνωμόνως διακειμένοις, καὶ τῶν θείων εὐ εργεσιῶν μεμνημένοις, ὑπισχνεῖται "τὸ μὴ καταισχυν θῆναι τὸν λαὸν αὐτοῦ εἰς τὸν αἰῶνα." Εἰ δὲ ἐν αἰσχύνῃ νῦν εἰσιν Ἰουδαῖοι, οὐχ ὁ ἀψευδὴς Θεὸς τὰς ὑποσχέ σεις ἐψεύσατο· ἀλλ' αὐτοὶ σφᾶς αὐτοὺς ἀπέφηναν ἀναξίους τῶν ὑποσχέσεων, ἀχάριστοι περὶ τὸν εὐ εργέτην γεγενημένοι, καὶ τὸν οἰκοδεσπότην Βεελζε βοὺλ ἀποκαλέσαντες, καὶ τὸν κληρονόμον ἀποκτεί ναντες, καὶ μὴ μόνον τοὺς καρποὺς εἰς καιρὸν οὐκ ἀποδεδωκότες, ἀλλὰ καὶ τὴν κληρονομίαν ἁρπάσαι πειρασθέντες. κζʹ. "Καὶ ἐπιγνώσεσθε, ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ." ∆ι' αὐτῆς γὰρ τῆς πείρας μαθή σεσθε, ὅπως ὑμῶν κηδόμενος συνοικεῖν ὑμῖν ἀνέχο μαι, ὁ τὸν οὐρανὸν ἔχων θρόνον, τὴν δὲ γῆν ὑποπό διον· εἴσεσθε δὲ καὶ τῶν ὑμετέρων εἰδώλων τὴν ἀσθένειαν, καὶ ὅτι ἐγὼ μόνος ὑπάρχω Θεὸς, καὶ παι δεύειν τοὺς πλημμελοῦντας, καὶ ἐλεεῖν τοὺς μετα μελουμένους δυνάμενος. Τούτοις δὲ τοῖς λογισμοῖς ἐπιμένοντες, ἐν ἀδείᾳ πάσῃ βιώσεσθε, οὐκέτι τὰ τῶν ἐθνῶν ὀνείδη δεχόμενοι. Οὕτω τὰ κατὰ τὴν ἐπάνοδον προαγορεύσας, καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν θεόσδοτον ἐλευθερίαν, καὶ τὴν εὐετηρίαν, καὶ τῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν τῆς πλάνης ἀπαλ λαγὴν, καὶ τῆς θεογνωσίας προειπὼν τὰς ἀκτῖνας, μηνύει καὶ τὰς παντοδαπὰς τοῦ θείου Πνεύματος δωρεὰς, ἃς μετὰ τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τοῖς ἱεροῖς ἐχορήγησεν ἀπο στόλοις ὁ τῶν ὅλων Θεὸς, καὶ δι' ἐκείνων ἅπασι τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι. κηʹ, κθʹ. "Καὶ ἔσται μετὰ ταῦτα." Τουτέστι, μετὰ τὴν ἐπάνοδον καὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν. "Καὶ 81.1653 ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου." Τοῦτο δὲ ἀναφανδὸν μὲν καὶ διαῤῥήδην κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ πέρας ἐδέξατο, ὅτε ἐλά λουν ἑτέραις γλώσσαις οἱ θεῖοι ἀπόστολοι, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι· καὶ μετὰ ταῦτα δὲ δι' ἐκείνων ἡ χάρις διενεμήθη τοῖς πιστεύουσιν ἅπασιν· ἐξ ὧν ἦσαν καὶ οἱ ἐν Ἀντιοχείᾳ προφῆται, καὶ Ἄγαβος ὁ τὴν ζώνην τοῦ Παύλου λαβὼν, καὶ οἱ ἐν Κορίνθῳ, πρὸς οὓς ὁ Παῦλος γράφει· "Ἐὰν δὲ πάντες προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσ κυνήσει τῷ Θεῷ, λέγων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν." Καὶ αἱ τέτταρες δὲ τοῦ Φιλίππου θυγατέρες τὸ τῆς προφητείας ἐδέξαντο χάρισμα. Περὶ γὰρ τοῦ θεσπεσίου Παύλου τί δεῖ καὶ λέγειν, ὃς ἐν Μιλήτῳ μὲν τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις· "Οἶδα γὰρ, ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν δὲ αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμ μένα;" Τιμοθέῳ δὲ