1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

50

ιδʹ. "Εἰ διώξονται ἐν πέτραις ἵπποι, εἰ παρασιω πήσονται ἐν θηλείαις, ὅτι ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν. Οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες· Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα;" Ἵπποι μὲν, φησὶ, κατὰ πετρῶν θέειν οὐ δύνανται, οἱ δὲ πολέμιοι χωρήσουσι καθ' ὑμῶν, τοῦ προτέρου ὑμῶν ὕψους διὰ τὴν παρ' ὑμῶν τολμηθεῖσαν παρανομίαν καταφρονήσαντες. Καὶ ὥσπερ ἵπποι χρεμετίζουσι θεασάμενοι θηλείας· οὕτως οἱ πολέμιοι χρήσονται προθύμως τῇ καθ' ὑμῶν ἐφόδῳ, ὅτι τὸν κριτὴν εἰς θυμὸν καθ' ὑμῶν ἐκινήσατε, καὶ πικρὰν ὁμοῦ καὶ δικαίαν ἐξενεγκεῖν τὴν ψῆφον κατηναγκάσατε. Τὴν γὰρ εὐθυμίαν οὐκ ἐπ' ἀγαθοῖς ἔχετε, ἀλαζονευόμε νοι δὲ καὶ βρενθυόμενοι τῇ σφετέρᾳ δυνάμει τὸ πρό τερον ὑμῶν ἐπιγράφετε κράτος. Τούτου χάριν ἐγὼ ὁ πάσης στρατιᾶς καὶ δυνάμεως Κύριος ἔθνει ὑμᾶς δυνατῷ παραδώσω. "Τοῦ μὴ εἰσελθεῖν εἰς Ἠμὰθ, καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν." 81.1697 Ἀντὶ τοῦ, Πάσης ὑμᾶς τῆς πρόσθεν ὑφ' ὑμῶν γεωρ γουμένης ἐξελάσω γῆς· Ἱεροβοὰμ γὰρ, ἐφ' οὗ ἡ προφητεία αὕτη ἐγένετο, ἀποκατέστησε, φησὶ, τὸ ὅριον Ἰσραὴλ ἀπὸ Ἠμὰθ ἕως θαλάσσης τῆς πρὸς ἑσπέραν, ὡς ἡ τῶν Βασιλειῶν ἱστορία διδάσκει. Λέ γει τοίνυν, ὅτι Πάντα ὑμῶν τὰ ὅρια παραδώσω τοῖς πολεμίοις.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ-γʹ. "Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐπιγονὴ τῶν ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ βασιλεύς. Καὶ ἔσται, ἐὰν συντελέσῃ τοῦ φα γεῖν τὸν χόρτον τῆς γῆς. Καὶ εἶπα· Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακὼβ, ὅτι ὀλιγο στός ἐστι; Μετανόησον, Κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος." Θεασάμενος, φησὶ, τὴν φοβερὰν ἐκείνην θέαν, ἱκέτευσα τὸν Θεὸν ἵλεων γενέσθαι, καὶ παῦσαι τὸν ὄλεθρον· οὐκ ἐπένευσε δὲ, ὡς εἰκὸς, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν. Ἐπι γονὴν δὲ ἀκρίδων ἐκάλεσε τὸν Ἀσσύριον· βροῦχον δὲ τὸν Βαβυλώνιον· τὸ δὲ, εἷς Γὼγ βασιλεὺς, τὸ τῆς στρατιᾶς μέγεθος παραδηλοῖ. Ὥσπερ γὰρ, φη σὶν, ὁ Γὼγ, ὁ τῶν Σκυθικῶν ἐθνῶν βασιλεὺς, κατὰ τῆς Ἱερουσαλὴμ πλῆθος ὅτι πλεῖστον ἀθροίσει· οὕτως Ἀσσύριοι καὶ Βαβυλώνιοι μετὰ πολλῆς παραγενήσον ται στρατείας. Καὶ ἀκρίδι δὲ καὶ βρούχῳ παρέδωκεν αὐτῶν καρποὺς, ὡσαύτως δὲ καὶ τῇ κάμπῃ· τοῦτο γὰρ ἄνω προείρηκεν. δʹ. "Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος ὁ Θεὸς, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγε τὴν μερίδα." ∆ίκην μὲν καλεῖ τὴν δικαίαν τοῦ Θεοῦ ψῆφον· πῦρ δὲ καλεῖ, τοὺς πολεμίους· ἄβυσσον δὲ πολλὴν, τὰ μυρία ἔθνη τὰ ὑπ' ἐκείνων δουλωθέντα· μερίδα δὲ τὸν Ἰσραήλ. Οὕτω γὰρ καὶ ὁ μακάριος ἔφη Μω σῆς· "Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ. Ἀλλὰ καὶ ταῦτα, φησὶ, θεασάμενος τὴν αὐτὴν ἱκε τείαν τῷ ∆εσπότῃ προσενήνοχα μὲν, οὐκ ἔπεισα δέ. ζʹ, ηʹ. "Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. Καὶ εἶπε Κύριος πρός με· Τί σὺ ὁρᾷς, Ἀμώς; Καὶ εἶπον· Ἀδάμαντα. Καὶ εἶπε Κύριος πρός με· Ἰδοὺ, ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ." Ἰσχυρὰν αὐτοῖς, φησὶ, καὶ στερεὰν λίαν ἐπάξω πληγὴν, καὶ ἀδάμαντι ἐοικυῖαν, ὃς τῶν ὑλῶν ἐστιν ἁπασῶν στερεώτερός τε καὶ ἰσχυρώτατος. Οὐ γὰρ ἀνέξομαι λοιπὸν περιιδεῖν τὴν ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ἀλλὰ σὺν αὐτοῖς καὶ τοὺς τῶν εἰδώλων ἀφανιῶ βωμοὺς, καὶ τὰς τούτων ἑορτὰς καταπαύσω, καὶ ἁπαξαπλῶς πᾶσαν αὐτῶν καταλύσω τὴν βασιλείαν· τὸν γὰρ οἶκον Ἱεροβοὰμ τὴν βασι λείαν ὠνόμασεν. Οὐ γὰρ ἐπὶ τούτου, ἀλλὰ καὶ μετὰ τοῦτον, καὶ ἄλλους ἓξ βασιλεῖς, τέλος ἡ πρόῤῥησις 81.1700 ἔλαβε. Τούτων ἀπὸ τοῦ προφήτου λεγομένων, Ἀμα σίας ὁ τῆς Βαιθὴλ ἱερεὺς, δείσας μὴ τὰς θείας ἀπει λὰς καταπλαγεὶς ὁ λαὸς, καὶ μεταμελείᾳ χρησάμενος, τῆς τῶν εἰδώλων ἀποστῇ θεραπείας, καὶ τὰς τῆς ἐμπορίας ἀφορμὰς αὐτὸς ἀπολέσῃ, εἰσαγγέλλει παρὰ τῷ βασιλεῖ τὸν προφήτην, συκοφαντίας τοῖς ἀληθέσι λόγοις συῤῥάψας. ιαʹ. "Λέγει γὰρ Ἀμὼς, ὡς Ἱεροβοὰμ ἐν ῥομφαίᾳ