1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

92

ῥημάτων· θεώμενος δέ σου τῆς ψήφου τὸ δί καιον, καὶ τῶν γιγνομένων ἕκαστον ἐνδίκως πρυτα νευόμενον, σφόδρα θαυμάζων διατελῶ. "Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ." Τοῦτο ὑπό τινων διαφόρως νενόηται. Οἱ μὲν δύο ζῶα νενοήκασιν ἀγγέλους καὶ ἀνθρώπους· οἱ δὲ τῶν ἀσωμάτων δυνάμεων τὰ τῇ θείᾳ δόξῃ πελάζοντα, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ· ἄλλοι δὲ Ἰουδαίους καὶ Βαβυλωνίους. Ἐμοὶ δὲ δοκεῖ μὴ ζῶα, ἀλλὰ ζωὰς εἰρηκέναι τὸν προφήτην, τήν τε παροῦσαν, καὶ τὴν μέλλουσαν, ὧν μέσος ὁ δίκαιος Κριτὴς ἀναφαίνεται. "Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπι- γνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν, ἀναδειχθήσῃ." Τοῦ γὰρ χρόνου προϊόντος, καὶ τῶν πραγμάτων φαι νομένων, δείκνυταί σου τὸ τῶν προῤῥήσεων ἀψευ δές. "Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ." Καὶ ταῖς παιδείαις δὲ διατα ράττων τὰς τῶν ἀνθρώπων ψυχὰς, πάλιν ἐλέῳ κε χρημένος μεταβάλλεις τὰς συμφοράς. γʹ. "Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου." Τὸ Θαιμὰν οἱ μὲν Λίβα, οἱ δὲ Νότον ἡρμηνεύκασι. Προθεσπίζει δὲ ὁ προφήτης, καὶ προαγορεύει τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐναν θρώπησιν, τὴν ἐν Βηθλεὲμ γενομένην, ἥτις ἀπὸ Νό του καὶ Λιβὸς τῆς Ἱερουσαλὴμ διάκειται· ὄρος δὲ κατάσκιον αὐτὴν τὴν Ἱερουσαλὴμ καλεῖ, χαρίσμασι παντοδαποῖς πάλαι κομάσασαν, καὶ τῇ νεφέλῃ σκια σθεῖσαν, καὶ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλι σθεῖσαν. "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ." Τοῦτο καὶ ὁ μα κάριος ἔφη ∆αβίδ· "Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυ μαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν." Ἐναν θρωπήσας γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τῆς μὲν ἀγνοίας τὸν ζόφον ἐσκέδασε, ταῖς δὲ τῆς θεογνωσίας ἀκτῖσι τοὺς ἀνθρώπους ἐφώτισε, καὶ πάντας ἐδί δαξεν, ὡς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἁπάντων ἐστὶ Ποιητής. δʹ. "Καὶ φέγγος αὐτοῦ, ὡς φῶς ἔσται." Φανοτάτην γὰρ ἀφῆκεν ἀκτῖνα, δι' ἧς τὴν οἰκουμένην κατηύ γαζε. "Κέρατα ἐν χερσὶν αὐτοῦ ὑπάρχει αὐτῷ· καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ." Οὐ μόνον δὲ τῷ φωτὶ τῆς διδασκαλίας χρησάμενος ὑπ 81.1828 έδειξε τὴν ἀλήθειαν, ἀλλὰ καὶ τῇ δυνάμει τῆς θαυματ ουργίας εἰς θαύματα πᾶσαν γλῶτταν ἐκίνησεν· ἑκάτερον δὲ πεποίηκε λίαν ἀγαπήσας τῶν ἀνθρώπων τὴν φύσιν· τοῦτο δὲ καὶ αὐτὸς ὁ Κύριος ἐν τοῖς ἱε ροῖς Εὐαγγελίοις εἶπεν· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ κα λός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων." Καί· "Μείζονα ταύτης ἀγάπην οὐ δεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ." Κέρατα δὲ τὴν δύναμιν προσηγόρευσεν, ἐπειδὴ ὅπλα ταῦτα τῶν κεκτημένων ζώων. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρη μένον. "Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν." εʹ. "Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ." Ἡγεῖ ται γὰρ τῶν ἔργων ὁ λόγος, καὶ προαγορεύων τὰ ἐσόμενα, οὕτως ἐπάγει τὰ πράγματα σφόδρα τοῖς λό γοις συμβαίνοντα. Τὸ δὲ, εἰς παιδείαν, ἔνια μὲν τῶν ἀντιγράφων μετὰ τοῦ νῦ ἔχει, καὶ δηλοῖ, ὡς καὶ τοῖς λόγοις, καὶ τοῖς ἔργοις ὁ τῶν ὅλων Θεὸς εἰς παιδείαν τῶν ἀνθρώπων καὶ διδασκαλίαν κέχρηται· ἔνια δὲ ἄνευ τοῦ νῦ, καὶ σημαίνει ὅτι μετὰ πολλῆς τῆς εὐ κολίας, ὡς ἐν ἱππηλάτῳ πεδίῳ, τρέχει τὰ πράγματα ταῖς προφητείαις ἀκολουθοῦντα. ʹ. "Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείαις αἰωνίοις αὐτοῦ." ∆ιὰ πάντων δὲ τῶν εἰρημένων τὴν ἄῤῥητον τοῦ Θεοῦ δύναμιν ἡμᾶς ἐδίδαξε· τῇ βουλῇ γὰρ αὐτοῦ τὸ ἔργον ἀκολουθεῖ, καὶ θελήσας μόνον (τοῦτο γὰρ εἶπεν, ἔστη καὶ ἐπ έβλεψε), κλονεῖ τὴν γῆν, διαλύει τῶν ἀνθρώπων τὴν φύσιν, ῥήγνυσι τὰ ὄρη, καὶ τοὺς βουνοὺς κηροῦ δί κην κατατήκει. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα εἰς ὠφέ λειαν ἀνθρώπων ποιῶν διατετέλεκε. Πορείας γὰρ τὰ ἔργα καλεῖ. Σημαίνει δὲ διὰ τῶν εἰρημένων, καὶ τὸν πηγάσαντα πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν σταυρόν· ἐφ' οὗ ἔστη μὲν ὁ ∆εσπότης Χριστὸς, διέσεισε δὲ τὴν γῆν, καὶ τὰ ὄρη κλονήσας διέῤῥηξε, κατέπληξε δὲ τῷ δέει τῶν δαιμόνων τὰ γένη, καὶ τὰ ἐν ὄρεσι καὶ βουνοῖς τεμένη