1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

90

ἀπεκρίθη Κύριος πρός με, καὶ εἶπε· 81.1820 Γράψον ὅρασιν σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. ∆ιότι ἔτι ὅρασις εἰς καιρὸν μακρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν." Μὴ μόνοις, φησὶ, τοῖς νῦν περὶ τούτων ἐνδυάζουσι προσενέγκῃς τοὺς λόγους, ἀλλὰ καὶ τοῖς εἰς ὕστερον ἐσομένοις ἀνάγραπτον τὴν περὶ τούτων μνήμην παράπεμψον· μᾶλλον δὲ ἐκείνοις ἢ τούτοις ἁρμότ τει τὰ ῥηθησόμενα· μετὰ συχνὸν γὰρ χρόνον δέξεται πέρας ἡ προφητεία. Εἶτα καὶ παραινεῖ τὸ τέλος προσμένειν, καὶ μὴ ἐνδυάζειν διὰ τὸν ἐν μέσῳ δαπανώμενον χρόνον. "Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ." Ἀληθὴς, φησὶν, ὁ τῆς προῤῥήσεως λόγος· μὴ τοίνυν ἐνδυάσῃς, κἂν πολλοῦ διελθόντος χρόνου μὴ θεάσῃ τὸ τέλος· περανθήσεται γὰρ πάντως, καὶ ἀτέλεστος οὐ μενεῖ. δʹ. "Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται." Ὁ μὲν γὰρ περὶ τὰς ὑπ' ἐμοῦ γιγνομένας προῤῥήσεις ἀμφιβόλῳ χρώμενος γνώμῃ, τῆς ἐμῆς κηδεμονίας ἀνάξιος· ὁ δὲ τοῖς ὑπ' ἐμοῦ λεγομένοις πιστεύων, καὶ τῇ πίστει πρόσφορον μετερχόμενος βίον, τὸν τῆς ζωῆς τρυγήσει καρπόν. Ταῦτα τοίνυν ἐπιστά μενος, πιστῶς δέξαι τὰ περὶ τοῦ Βαβυλωνίου σοι προδηλούμενα. Εἶτα τὸν τῦφον αὐτοῦ καὶ τὴν ἄπλη στον διηγεῖται πλεονεξίαν. εʹ. "Ὁ δὲ κατοιόμενος, καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περανεῖ." Ἴσθι τοίνυν, ὡς ὁ οἰήσει χρώμενος, καὶ ἐφ' ἑαυτῷ μέγα φρονῶν, καὶ τῆς ἐμῆς μακροθυμίας καταφρονῶν, οὐ μέχρι πολ λοῦ ταύτῃ κατὰ τῶν ἄλλων χρήσεται τῇ δυναστείᾳ. "Ὃς ἐπλάτυνε καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὑτοῦ, καὶ αὐτὸς ὡς θάνατος οὐκ ἐμπιπλάμενος· καὶ ἐπισυν άξει πρὸς αὐτὸν πάντα τὰ ἔθνη, καὶ προσδέξεται πρὸς ἑαυτὸν πάντας τοὺς λαούς." Ἅδῃ γὰρ καὶ θανάτῳ παραπλησίως κόρον λαβεῖν οὐκ ἐθέλει, καὶ πάντας ἀνθρώπους ὑφ' ἑαυτὸν ποιούμενος, οὐκ ἐμ πίπλησι τῆς ἐπιθυμίας τὴν δυναστείαν. ʹ. "Οὐχὶ ταῦτα πάντα παραβολὴν κατ' αὐτοῦ λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; Καὶ ἐροῦσιν· Οὐαὶ ὁ πληθύνων τὰ οὐκ ὄντα αὐτοῦ! ἕως τίνος καὶ βαρύνας τὸν κλοιὸν αὐτοῦ στιβαρῶς;" Ἅπας γὰρ εὖ φρονῶν ᾅδῃ μὲν αὐτοῦ καὶ θανάτῳ τὴν ἀπληστίαν παραβαλεῖ· θρηνήσει δὲ αὐτὸν, ἐξ ἀλλοτρίων κακῶν τὴν περιουσίαν αὔξοντα, καὶ κό ρον λαβεῖν οὐκ ἐθέλοντα, ἀλλὰ τῷ δασμῷ καὶ τῷ φόρῳ τοὺς ἀρχομένους βαρύνοντα· καὶ ἐρεῖ· Μέχρι πότε κόρον οὐ λαμβάνεις τῆς ἀπληστίας; Ἀλλὰ γὰρ ἄκων τῆς ἀδικίας παύσεται. ζʹ, ηʹ. "Ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ αὐτοῖς εἰς διαρπαγήν. ∆ιότι σὺ ἐσκύλευσας ἔθνη 81.1821 πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί." Τοὺς γὰρ πλείστους καταγωνισάμενος, ὑπ' ὀλίγων καταλυθήσῃ· καὶ ὥσπερ ἐξ ὕπνου διαναστάν τες οἱ τῆς σῆς ἐπὶ πλεῖστον ἀνασχόμενοι τυραννίδος, τὸν σὸν τυρεύσουσιν ὄλεθρον, καὶ δώσεις δίκας τῶν μυρίων σφαγῶν, καὶ τῆς πολλῆς δυσσεβείας, καὶ τῆς εἰς τὰς πόλεις παρανομίας, ἃς τῶν οἰκητόρων ἐρήμους ἀπέφηνας. θʹ. "Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὑτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν ἑαυτοῦ, τοῦ ἐκ σπασθῆναι ἐκ χειρὸς κακῶν." Ἄθλιος ἀληθῶς καὶ τρισάθλιος, ὁ τοῦ πλείονος ἐφιέμενος, καὶ ἐκ τοιούτων πόρων αὔξειν τὸν οἶκον πειρώμενος, καὶ πάντων ἀνθρώπων ὑπέρτερος γενέσθαι φιλονεικῶν· μείζονα γὰρ ὁ τοιοῦτος ὑπομενεῖ τὴν πτῶσιν, ἅτε δὴ ἐξ ὕψους μείζονος εἰς βάθος φερόμενος. ιʹ. "Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρα νας λαοὺς πολλοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου." Μυρία γὰρ κατὰ πολλῶν ἐθνῶν δράσας δεινὰ, τὴν μὲν σὴν ψυχὴν περιέπειρας ἁμαρτίαις, αἰσχύνῃ δὲ τὴν οἰκίαν περιέβαλες πᾶσαν. ιαʹ. "∆ιότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά." Οὐ γὰρ μόνον οἱ λόγου μετειληχότες, ἀλλὰ τυχὸν καὶ τὰ ἄψυχα, καὶ τὰ ἄλογα ταῦτα περὶ τῆς σῆς ἀνοίας καὶ μανίας βοή σονται. ∆ῆλον δὲ ὡς ὑπερβολικῶς τὸ τοῦ λίθου καὶ τοῦ κανθάρου πρόκειται. Καὶ γὰρ ὁ Κύριος τοῖς Ἰουδαίοις περὶ τῶν παιδίων ἔφη· "Ἀμὴν λέγω ὑμῖν, κἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται." Ἀντὶ δὲ τοῦ κάνθαρος, σύνδεσμος