1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

95

ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν." Ἐλαίαν δὲ ἄγονον, τοὺς Φαρι σαίους καὶ Σαδδουκαίους οὐκ ἄν τις ἁμάρτοι προσ αγορεύσας, οἳ ἐπὶ τῷ τῆς δικαιοσύνης ὀνόματι βρεν θυόμενοι, ἔρημοι τῶν ταύτης ὑπῆρχον καρπῶν. Ὅτι δὲ εἰς εἰκόνα δικαίων αὕτη παραλαμβάνεται, μάρτυς ὁ μέγας ∆αβὶδ βοῶν· "Ἐγὼ δὲ ὡσεὶ ἐλαία 81.1836 κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ μου εἰς τὸν αἰῶνα." Πεδία δὲ ἄκαρπα τοὺς ὑπὸ τούτοις τελοῦντας προσαγορεύει, πρὸς οὓς καὶ Ἱερεμίας βοᾷ· "Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις." Καὶ πρόβατα δὲ τοὺς ἀρχομένους καλεῖ, οἷς τὸν λιμὸν ἀπειλεῖ. "Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." Βόας δὲ οὐχ ὑπάρχοντας ἐν φάτναις τοὺς ἱερέας λέγει, ὧν ἔρημα μεμένηκε τὰ πάλαι πολυθρύλλητα θυσιαστή ρια· καθάπερ γὰρ οἱ βόες γεωργοῦσι τὴν γῆν, οὕ τως οἱ ἱερεῖς ἐνεούργουν τοῦ λαοῦ τὰς ψυχὰς, οἷόν τινα τροφὴν παρ' αὐτοῦ κομιζόμενοι τὰ τοῖς θείοις θυσιαστηρίοις καθάπερ τισὶ προσφερόμενα φάτναις. Περὶ τούτων καὶ ὁ μακάριος ἔφη Παῦλος· "Οὐ φιμώσεις βοῦν ἀλοῶντα." Καὶ πάλιν· "Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμ μερίζονται." Ἀλλ' οὗτοι μὲν τοιαύταις περιπεσοῦνται δυσπραξίαις· ιηʹ, ιθʹ. "Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι· χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ." Εἰ γὰρ καὶ δι' ἐκείνους ἀθυμίας ἐνεπλήσθην καὶ δέους, ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ μου δόξαν τὴν ἅπασιν ἀνθρώποις δήλην γενησομένην, καὶ γάννυμαι, καὶ εὐφραίνομαι. Ὑπερείσει γάρ μου τῆς φύσεως τὴν ἀσθένειαν, καὶ δίκην ἐλάφου τοὺς ὄφεις, καὶ τοὺς σκορπίους, καὶ τὰ πνευματικὰ τῆς πονηρίας παρασκευάσει πατεῖν, ἕως ἂν τοῦ ὕψους τῆς ἀρετῆς ἐφικόμενος, τὸν ἐπι νίκιον ὕμνον ᾄσω τῷ Σωτῆρι καὶ Ποιητῇ. Οἶδα μὲν οὖν, ὥς τινες ἅπασαν τὴν τοῦ Ἀμβακοὺμ προσ ευχὴν ἱστορικῶς νενοηκότες, περὶ τῆς ἐκ Βαβυλῶ νος ἐπανόδου ἔφασαν τὸν Προφήτην ταῦτα προειρη κέναι· ἐγὼ δὲ, εἰ μὲν καὶ τυπικῶς ἐπ' ἐκείνοις τις ταῦτα προειρῆσθαι βούλεται, οὐ διενεχθήσομαι· τοῖς γὰρ ὑφ' ἡμῶν ἑρμηνευθεῖσι συμβαίνει καὶ ἡ τοιαύτη διάνοια, εἴπερ ἀληθῶς τύπος ἐναργὴς τῶν νέων τὰ παλαιά. Ἄτοπον δὲ ᾠήθην, τῆς ἀληθείας κρατού σης, καὶ τῆς σκιᾶς ὑπὸ τοῦ σώματος καλυφθείσης, εἰς ἕτερα τὴν προφητείαν λαβεῖν, μηδὲ παντελῶς ἐκείνοις ἁρμόττουσαν. Εἰ δέ τις ἀκριβῶς μαθεῖν ἐθέλει, ἐρευνησάτω τὴν προφητείαν, καὶ ὄψεται αὐτῆς τὰ πλεῖστα μηδαμῶς τοῖς τύποις ἁρμόττοντα· ἀλλὰ περὶ μὲν τούτων ᾗ βούλεταί τις κρινέτω· ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας παρακαλῶ, τὴν ἐκ τῶν ἡρμηνευμένων ὠφέλειαν συλλέξαι, καὶ ὑπὸ τῆς θείας βοηθουμένους δυνάμεως τὸν δρόμον τελέσαι, καὶ τῶν νικηφόρων ἐπιθυμῆσαι στεφάνων, ὧν χορηγὸς ὁ ∆εσπότης Χριστὸς, ᾧ πρέπει δόξα πᾶσα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1837

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ.

ΥΠΟΘΕΣΙΣ. Μετὰ τὸν Ἐζεκίαν τὸν εὐσεβῆ καὶ θεοφιλῆ βασιλέα, ὁ τούτου παῖς Μανασσῆς βασιλεύσας εἰς ἔσχατον ἤλασεν ἀσεβείας· καὶ μέντοι καὶ τὸν λαὸν εἰς παρανομίαν καὶ θεραπείαν εἰδώλων ἐξοκεῖλαι πεποίηκε. Καὶ ὁ τούτου δὲ υἱὸς Ἀμὼν, ὀλίγον βασι λεύσας χρόνον, τῇ μὲν δυσσεβείᾳ τοῦ πατρὸς ἠκο λούθησε, τὴν ἐκείνου δὲ μετάνοιαν οὐκ ἐζήλωσεν· ἀλλ' ὁμοίως καὶ αὐτὸς εἰς πᾶν εἶδος κακίας ἐπαιδο τρίβησε τὸν λαόν. Ἐκ τούτου φὺς ὁ τρισμακάριος Ἰωσίας, τὴν ἐναντίαν τούτοις ἐκ διαμέτρου πορείαν ἠσπάσατο, καὶ διὰ πάσης ὥδευσε θεοσεβείας καὶ ἀρετῆς, τὴν τοῦ Θεοῦ θεραπείαν