1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

105

τῆς σωτηρίας αὐτῶν προμηθούμε νος, τὸν νεὼν οἰκοδομηθῆναι κελεύει, ἵν' ἐν ἐκείνῳ τὸν νόμον πληροῦντες, τὴν ἐντεῦθεν ὠφέλειαν καρ πώσωνται, καὶ τὴν νομικὴν λατρείαν ἕως τῆς τοῦ κληρονόμου παρουσίας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐπιτελεῖσθαι βουλόμενος· μετὰ γὰρ τὴν τοῦ Σωτῆ ρος ἡμῶν ἐνανθρώπησιν, τῆς Καινῆς ∆ιαθήκης ἀνα φανείσης, ἔλαβε τέλος ἡ Παλαιὰ, καὶ ὁ παιδαγωγὸς νόμος τὸν σοφώτατον ἡμῖν ὑποδείξας ∆ιδάσκαλον ὑπεχώρησεν, ὡς οὐκέτι τῶν ὑπ' αὐτοῦ παιδαγωγη θέντων τῆς στοιχειώδους εἰσαγωγῆς αὐτοῦ δεομένων. Ἀλλ' ἡμεῖς εἰς τὴν ἀκολουθίαν ἐπανέλθωμεν τῆς προφητείας ταύτης. Ἀκούσαντες τῆς ἀπειλῆς ὅ τε Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ ἀρχιερεὺς, καὶ ὁ ὑπὸ τούτων ποιμαινόμενος λεὼς, δέους μὲν ἐπλήσθησαν, εἶξαν δὲ τοῖς ὑπὸ τοῦ προφήτου τεθεσπισμένοις· παραυτίκα δὲ ὁ φιλάνθρωπος ∆εσπότης, τὸ εὐπειθὲς αὐτῶν θεασάμενος, διὰ τοῦ προφήτου βοᾷ· "Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος." Θαῤῥεῖτε, φησὶν, ὡς συνεργόν με καὶ βοηθὸν ἔχοντες. ιδʹ. "Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ, τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦ μα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον, καὶ ἐποίουν τὰ ἔργα ἐπὶ τῷ οἴκῳ Κυρίου παντο κράτορος Θεοῦ αὑτῶν.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. "Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου." Ἐντεῦθεν σαφῶς

μεμαθήκαμεν, ὡς εὐθὺς προαιρού 81.1868 μενοι τὰ ἀγαθὰ τῆς θείας ἐπικουρίας τυγχάνομεν· καὶ γὰρ οὗτοι νεύσαντες ἐπὶ τὸ κρεῖττον τῆς θείας συμπνοίας ἀπέλαυσαν, καὶ προθυμοτέρους αὐτοὺς ἡ θεία χάρις εἰργάσατο· ὡς τὴν ἀρχὴν τῆς οἰκοδομίας ποιήσασθαι τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἐν δὲ τῇ νουμηνίᾳ τὴν προφητείαν ἐδέξαντο. Εἶτα πάλιν ἐν τῷ ἑβδόμῳ μηνὶ παρεγγυᾷ ὁ ∆εσπότης τῷ προφήτῃ ταῦτα πρὸς αὐτοὺς διαπορθμεῦσαι τὰ ῥήματα. "Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;" Πῶς ἀν έχεσθε μεμνημένοι τῆς προτέρας αὐτοῦ περιφανείας τε καὶ λαμπρότητος, ὁρᾷν αὐτὸν τοσαύτῃ κατεχό μενον ἐρημίᾳ; εἴπερ ἄρα τινές εἰσιν ἐξ ὑμῶν ἐξ ἐκείνου μέχρι καὶ τήμερον διαρκέσαντες. εʹ, ʹ. "Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Καὶ ὁ λόγος μου, ὃν διεθέμην ὑμῖν, ἐξελθόντων ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν." Πᾶσαν ῥᾳστώνην καὶ δειλίαν ἀποσεισάμενοι, δέξασθε τὴν παρ' ἐμοῦ χορηγουμένην ὑμῖν ἰσχὺν, κἀμὲ διὰ τῆς νομοθεσίας ὑμῖν συνεῖναι πιστεύοντες, καὶ τοῦ παναγίου Πνεύ ματος προμηθεῖσθαι ὑμῶν τὴν χάριν. Καὶ ἐπειδὴ πολλὰ ἦν τὰ κωλύματα, καὶ πενία, καὶ τῶν ἀναγ καίων ἡ σπάνις, καὶ τῶν ἀστυγειτόνων αἱ προσβολαὶ, εἰκότως ἐπάγει· "Θαρσεῖτε, (ζʹ, ηʹ.) ∆ιότι τάδε λέγει Κύριος παντο κράτωρ· Ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὴν ξηράν. Καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύ ριος παντοκράτωρ." Περὶ τοῦ Γὼγ καὶ Μαγὼγ προαγορεύει, οἷς βουληθεῖσιν ἐπιστρατεῦσαι κατὰ τῆς Ἱερουσαλὴμ μετὰ πλείστων ἐθνῶν συνεχώρησε, καὶ κατ' ἀλλήλων αὐτοὺς ὁπλίσας, ὑπ' ἀλλήλων αὐτοὺς ἀναιρεθῆναι πεποίηκε, καὶ τὸν ἐκείνων πλοῦτον τοῖς οἰκοδομοῦσι παρέσχε. Καὶ θεραπεύων τῶν ἀκουόντων τὴν ἀκοὴν, θʹ. "Ἐμὸν, φησὶ, τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυ σίον, λέγει Κύριος παντοκράτωρ." Οὐκ ἀλλότρια σφετερίζομαι, ἀλλὰ τὰ ἐμαυτοῦ πάλιν ἀπολαμβάνω· ἔδωκα αὐτοῖς τὸν πλοῦτον φιλοτιμίᾳ χρησάμενος, καὶ ἐπειδὴ τὸν χορηγὸν οὐκ ἔγνωσαν, τῶν δωρεῶν ἐνδί κως ἐγυμνώθησαν. ιʹ. "Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ." Οὐ τῷ μεγέθει καὶ