1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

54

∆εσπότου παραγενομένου λυττή σαντες, τῶν ἀγαθῶν ἐπαγγελιῶν σφᾶς αὐτοὺς ἀπ εστέρησαν. Ἡμᾶς δὲ εἴη ταῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων εὐχαῖς τὸν ἑαυτῶν βίον κατὰ τοὺς θείους νόμους εὐθύνοντας, καὶ τῇ μεταμελείᾳ τὸν τῶν ἁμαρτημάτων ἀποῤῥίπτοντας ῥύπον, πεῖραν μὲν ἀλγεινοῦ μηδενὸς λαβεῖν· τυχεῖν δὲ τῶν ἐπηγ γελμένων ἀγαθῶν, χάριτι τοῦ Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΒ∆ΙΟΥ.

ΥΠΟΘΕΣΙΣ. Ἰδουμαῖοι πρόγονον ἔχοντες τὸν Ἡσαῦ, ἐξ οὗ τὴν προσηγορίαν ἐσχήκασιν (Ἐδὼμ γὰρ ὠνομάσθη τῶν πρωτοτοκίων τὸν φακὸν προτιμήσας), οὐ τῆς προσ ηγορίας μόνον, ἀλλὰ καὶ τῆς μνησικακίας τοῦ προ πάτορος ἐγένοντο κληρονόμοι· καὶ καθάπερ ἐκεῖνος ἐπίμονον πλείστην ἔσχε κατὰ τοῦ Ἰακὼβ τὴν ὀργὴν, ὡς καὶ διαῤῥήδην εἰπεῖν· "Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω τὸν ἀδελφόν μου· οὕτως οὗτοι τοῖς ἐξ Ἰακὼβ διηνεκῶς φθονοῦν τες, ἐπιβουλαῖς κατ' αὐτῶν ἐχρῶντο μυρίαις. Καὶ ἡνίκα μὲν τῆς Αἰγυπτιακῆς ἀπαλλαγέντες δουλείας ἐλθεῖν εἰς τὴν ἐπηγγελμένην ἠβουλήθησαν γῆν, τοῦ μεγάλου Μωσέως ἡγουμένου καὶ προστατεύοντος, οὐ μόνον οὐχ ὑπεδέξαντο φιλοφρόνως, ἀλλ' οὐδὲ διελθεῖν διὰ τῆς σφετέρας συνεχώρησαν χώρας· καὶ ταῦτα τοῦ μεγάλου Μωσέως διὰ πρέσβεων τοῦτο λιπαρή σαντος, καὶ ὑποσχομένου, ὡς οὐκ ἐκκλινοῦσι δεξιὰ, οὐδὲ ἀριστερὰ, ἀλλ' ὁδῷ βασιλικῇ βαδιοῦνται, καὶ αὐτοῦ τοῦ ὕδατος τὴν χρείαν ὠνούμενοι. Καὶ μετὰ ταῦτα δὲ συχνῶς τὴν οἰκείαν δυσμένειαν ἐπεδεί κνυντο, ποτὲ μὲν μόνοι κατ' αὐτῶν στρατεύειν ἐπι χειροῦντες, ποτὲ δὲ τοῖς πολεμοῦσιν αὐτοῖς συμμα χοῦντες προθύμως. Καὶ ἡνίκα δὲ Ἀσσύριοι καὶ Βα βυλώνιοι ταῖς κατ' αὐτῶν ἐχρήσαντο προσβολαῖς, μυρία ὅσα ἔδρασαν εἰς αὐτοὺς δεινὰ, οὐ συμπαρα ταττόμενοι μόνον τοῖς πολεμίοις, ἀλλὰ καὶ λόχους καθίζοντες, καὶ τοὺς φεύγειν πειρωμένους θηρεύον τες, καὶ τοὺς μὲν αὐτῶν ἀναιροῦντες, τοὺς δὲ τοῖς ἐχθίστοις παραδιδόντες. Τούτου χάριν ὁ δίκαιος Κρι τὴς, Ἀβδιοῦ τὸν θαυμάσιον προφητικοῦ χαρίσματος ἀναπλήσας, προθεσπίζει τὰ καταληψόμενα τοὺς Ἰδουμαίους κακά. ∆ήλης τοίνυν ἐν συντόμῳ τῆς ὑποθέσεως γενομένης, τῶν ῥητῶν αὐτῶν σαφῆ, σὺν Θεῷ φάναι, ποιήσωμεν τὴν διάνοιαν. 81.1712

ΚΕΦΑΛΑΙΟΝ ΜΟΝΟΝ. αʹ. "Ὅρασις Ἀβδιοῦ." Ἀντὶ τοῦ, ἡ θεόθεν γενομένη τῷ Ἀβδιοῦ ἀποκάλυψις,

αὕτη ἐστί. "Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ." Οὐκ ἀνθρωπίνῳ, φησὶ, χρώμενος λογισμῷ τούτους ποιοῦμαι τοὺς λόγους· ἀλλ' ὁ Θεὸς τῶν ὅλων οἷον ὀργάνῳ τινὶ τῇ ἐμῇ κέ χρηται γλώττῃ, καὶ τῇ Ἰδουμαίᾳ τὰ ἐσόμενα ἀγγέλ λει. Καὶ διδάσκων ὁποῖα ταῦτα, ἐπάγει· "Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν." Ἀντὶ τοῦ περιοχὴν, ἀγγελίαν ὁ Σύμμαχος εἴρηκε. ∆ηλοῖ δὲ διὰ τούτων, ὡς αὐτὸς ὁ ∆εσπότης συναγείρει κατὰ τῆς Ἰδουμαίας τοὺς πολεμίους. Ἐπάγει γάρ· "Ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ' αὐτὸν εἰς πόλεμον." Οἷον γάρ τις στρατηγὸς τὴν κατ' αὐτοὺς στρατείαν συναθροίζει, διδάσκων ὡς αὐτὸς αὐτοὺς ταῦτα παθεῖν συγχωρεῖ. βʹ. "Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν· ἠτιμωμένος σὺ εἶ σφόδρα." Καὶ τὴν αἰτίαν δεικνὺς, γ. "Ἡ ὑπερηφανία, φησὶ, τῆς καρδίας σου ἐπῆρέ σε." Εἶτα διδάσκει τῆς ὑπερηφανίας τὰς ἀφορμάς. "Κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν." Ἔπει τα καὶ τοὺς λογισμοὺς αὐτοῦ δήλους ποιεῖ. "Ὁ ὑψῶν γὰρ, φησὶ, τὴν κατοικίαν αὑτοῦ,