1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

94

ὅπλων σου. (ιβʹ.) Ἐν ἀπειλῇ συμπατή σεις γῆν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη." Καὶ τούτων γινομένων εἰς τοὺς ἀπὸ σοῦ πεμφθέντας τοῖς ἔθνεσι κήρυκας, μακροθυμεῖς, φησὶν, ἄῤῥητον μὲν ἔχων τὴν δύναμιν, ὅπλων δὲ κολαστικῶν παντοδαπῶν εὐπορῶν, καὶ διὰ μόνης ἀπειλῆς τὴν σύμπασαν γῆν μετὰ τῶν οἰκητόρων διαφθεῖραι δυνάμενος. Τῇ δὲ μακροθυμίᾳ κέχρησαι ταύτῃ, ἐπειδὴ ιγʹ. "Ἐξῆλθες εἰς σωτηρίαν τοῦ λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου." Καὶ ταῦτα ἔοικε τοῖς ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένοις· "Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." Χριστοὺς δὲ καλεῖ τοὺς τῆς κλήσεως ἀξιωθέντας, καὶ πιστῶς δεξαμένους τὸ κήρυγμα, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος ἀπο λαύσαντας. "Ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος." Τοῖς μὲν οὖν πεπιστευκόσιν ὤρεξας τὴν σωτηρίαν· τοὺς δὲ διὰ τέλους ἠπιστηκότας τῷ θανάτῳ παρέδωκας, περιτεθεικὼς αὐτοῖς τὰ τούτου δεσμά. ιδʹ. "∆ιέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὑ τῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα." ∆ήλης δέ σου πᾶσιν ἀνθρώποις τῆς δυνάμεως γενομένης, καὶ οἱ τὰς μεγάλας περικείμενοι δυναστείας ἐν δέει τοσούτῳ γενήσονται, ὡς τοὺς ἐναντίους λόγους μὴ σὺν παῤ ῥησίᾳ προφέρειν, ἀλλ' ἐν παραβύστῳ καὶ κρύβδην, οὓς εἰκότως ἄν τις παραβάλοι πτωχῷ τινι προφανῶς μεταλαβεῖν οὐ τολμῶντι τροφῆς, ἀλλὰ μεμυκότος τοῦ στόματος ταύτην ἔνδον λεπτύνοντι. ιεʹ. "Καὶ ἐπεβίβασας τοὺς ἵππους σου εἰς θά λασσαν, ταράσσοντας ὕδατα πολλά." Ἄνω μὲν οὖν τῶν ποταμῶν εἰσβαλλόντων εἰς τὴν θάλασσαν τὴν ζάλην εἶπε γενήσεσθαι· ἐνταῦθα δὲ, οὓς ποταμοὺς προσηγόρευσεν, ἵππους πάλιν ὠνόμασεν· ὧν τὰ 81.1833 ἔθνη περιόντων, συνίστατο μὲν τὰ κλυδώνια, διεδέ χετο δὲ ταῦτα γαλήνη βαθεῖα. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· "Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰκουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, καὶ νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς." Ἐπειδὴ γὰρ συμφώνως ἠσπάζοντο τὴν ἀσέβειαν, τῇ καλῇ διαιρέσει λύει τὴν κακὴν συμφωνίαν, καὶ μετὰ τὴν ἐπαινουμένην διαφωνίαν, τὴν τῆς εὐσεβείας ἐργάζεται σύμπνοιαν. ιʹ. "Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου· καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου." Λογισάμενος ὁ Προφήτης, ἀπὸ τῶν εἰρημένων οἷα συμβήσεται Ἰουδαίοις ἀπι στοῦσι, τῶν ἐθνῶν πιστευόντων, συμπαθείᾳ περὶ τοὺς ὁμοφύλους χρησάμενος, τρέμειν ἔφη, καὶ δε διέναι τῶν διὰ τῆς προσευχῆς εἰρημένων προῤῥή σεων ἕνεκα. Ἀλλ' ὅμως ἔχω, φησὶ, παραψυχὴν, τὸ μὴ γενέσθαι τῆς ἐκείνων κακοπραγίας αὐτόπτης. "Ἀναπαύσομαι γὰρ ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου." Πρὸ γὰρ τῆς ἐκβάσεως τῶν προῤῥήσεων τέλος τοῦ βίου δέξομαι, καὶ τῆς τοῦ παρόντος βίου παροικίας ἀπαλλαγή σομαι. ιζʹ. "∆ιότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπεν ἀπὸ βρώ σεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτ ναις." Οὐκ ὄψομαι, φησὶν, οὔτε συκῆς ἀκαρπίαν, οὔτε ἐλαίας ἀγονίαν, οὔτε ἄμπελον τῶν βοτρύων ἐστερημένην, οὐδὲ πεδία τῶν ἀσταχύων γυμνὰ, οὐ λιμῷ τὰ κτήνη φθειρόμενα. Καὶ τούτων δὲ ἕκαστον τροπικῶς εἴρηται. Συκῆν μὲν γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν· οὕτω γὰρ ἡμᾶς νοεῖν ὁ Κύριος ἐδί δαξε διὰ τῆς παραβολῆς, συκῆν ἄκαρπον ὑποδείξας, ἣν ὁ φυτουργὸς διὰ τὴν ἀκαρπίαν ἐκτεμεῖν ἠβου λήθη· ὁ δὲ γεωργὸς ὀλίγον ἐνδοθῆναι χρόνον ἱκέ τευσεν, ὥστε αὐτὴν ἐπιμελείας ἀξιωθεῖσαν, ἢ τὸν καρπὸν ἀποδοῦναι, ἢ πρόῤῥιζον ἀνασπασθῆναι. Ἄμπελον δὲ τὸν λαὸν ἡ θεία Γραφὴ πολλάκις ὠνόμασε· καὶ ἵνα τὰς ἄλλας καταλείπω μαρτυρίας, διὰ Ἡσαΐου φησὶν ὁ Θεός· "Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος Ἰσραήλ ἐστι, καὶ ὁ οἶκος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ