1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

118

ΚΕΦΑΛΑΙΟΝ ς ʹ. Οὕτω ταύτην συμπεράνας τὴν ὀπτασίαν, ἑτέρας θεωρίας προσφέρει διήγησιν,

καὶ λέγει τεθεᾶσθαι ἅρματα τέσσαρα τὸν ἀριθμὸν ἐκ δύο χαλκῶν ὀρέων ἐκπορευόμενα, καὶ τῷ μὲν πρώτῳ ἅρματι ἵππους ἐπεζεῦχθαι πυῤῥοὺς, τῷ δευτέρῳ δὲ μέλανας, καὶ τῷ τρίτῳ λευκοὺς, ποικίλους δὲ καὶ ψαροὺς τῷ τε τάρτῳ. Εἶτα καὶ πυθέσθαι λέγει, καὶ μεμαθηκέναι παρὰ τοῦ ἀγγέλου, ὅτι ταῦτά ἐστιν οἱ τέσσαρες ἄν εμοι τοῦ οὐρανοῦ, οἳ ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. Τέσσαρας δὲ ἀνέμους τὰ τέσσαρα τμήματα τῆς οἰκουμένης καλεῖ· ἰσαρίθμους γὰρ οἱ πολλοὶ τούτοις καὶ τοὺς ἀνέμους ὑπολαμβά νουσιν εἶναι. ∆ιδάσκεται τοίνυν ὁ προφήτης, ὡς ταῖς ἀοράτοις δυνάμεσιν ὑπουργοῖς κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ τὰ ἀγαθὰ χορηγεῖ, καὶ τὰ λυπηρὰ τοῖς ἀνθρώποις ἐπάγει. Οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς." Περὶ δὲ τῆς τιμωρίας ἐν ἑτέρῳ ψαλμῷ φησιν· "Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν καὶ ὀργὴν, καὶ 81.1905 θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν." Οὕτω καὶ ὁ θεσπέσιος Ζαχαρίας ὁρᾷ τοὺς μὲν μέλανας ἵπ πους ἐπὶ τὰ βόρεια μέρη τῆς οἰκουμένης ἐλάσαντας, αἰνίττεται δὲ διὰ τούτου τῆς Βαβυλῶνος τὸν ὄλεθρον. "Καὶ οἱ λευκοὶ δὲ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν," οὐχ ἵνα ἐκείνοις χορηγήσωσι τὰ ἀγαθὰ, ἀλλ' ἵνα ἐκείνων κολαζομένων τοὺς ὑπολοίπους τῶν δορυαλώ των Ἑβραίων εἰς τὴν Ἰουδαίαν ἐπαναγάγωσι. "Καὶ οἱ πυῤῥοὶ ἐξεπορεύοντο ἐπὶ γῆν νότου," ἀπειλοῦντες κακὰ τοῖς ἐπανισταμένοις κατὰ τῆς Ἱερουσαλὴμ ἔθνεσι· διὰ τοῦ πυῤῥοῦ γὰρ χρώματος τὸ θυμοειδὲς ὁ λόγος ᾐνίξατο. ζʹ. "Καὶ οἱ ποικίλοι καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐζήτουν, καὶ ἐπέβλεπον τοῦ περιοδεῦσαι τὴν γῆν· καὶ εἶπε· Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν. Καὶ περιώδευσαν τὴν γῆν." Γῆν ἐνταῦθα καλεῖ, οὐ τὴν τοῦ Ἰσραὴλ, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην. Ποικίλους δὲ αὐτοὺς λέγει καὶ ψαροὺς, ὡς παντο δαπὰ οἰκονομοῦντας καὶ κολάζοντας οὗ δεῖ, καὶ εὐερ γετοῦντας ἔνθα χρή. ηʹ. "Καὶ ἐβόησε, καὶ ἐκάλεσέ με, καὶ ἐλάλησε πρός με, λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν Βοῤῥᾶ ἀνέπαυσαν τὸ πνεῦμά μου ἐπὶ γῆν Βοῤῥᾶ." ∆ικαίαν γὰρ, φησὶ, τοῖς Βαβυλωνίοις ἐπήγαγον τι μωρίαν, ἣν ἐκ πολλοῦ μὲν ὤφειλον, διὰ δὲ τὴν ἐμὴν μακροθυμίαν οὐκ ἔτισαν. Μετὰ ταύτας τὰς θεωρίας, ὁ προφήτης κελεύεται τὰ κομισθέντα παρὰ τῶν αἰχ μαλώτων δῶρα λαβεῖν, ἀλλ' οὐχ ἁπλῶς παρὰ πάν των, ἀλλὰ παρὰ τῶν ἀρχόντων, καὶ παρὰ τῶν χρη σίμων αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν. Ὅσοι γὰρ, φησὶν, αἴσθησιν ἔλαβον τῶν κακῶν, καὶ τῆς αἰχμαλωσίας ἔγνωσαν τὴν αἰτίαν, καὶ τὸ ταύτης κατέμαθον χρήσιμον, προσφερέτωσαν τὰ δῶρα. Εἶτα μέμνηται καὶ ὀνομάτων Ἐλδαῒ, καὶ Τωβίου, καὶ Ἰδείου. Κελεύεται δὲ καὶ "εἰς τὸν οἶκον εἰσελθεῖν Ἰωσίου τοῦ Σοφονίου," τοῦ νῦν ἥκοντος ἐκ Βαβυλῶ νος, καὶ λαβεῖν ἀργύριον καὶ χρυσίον, καὶ στέφανον ἐκ τούτων κατασκευάσαι, καὶ τὴν τοῦ ἀρχιερέως Ἰησοῦ κεφαλὴν ταινιῶσαι, καὶ τοὺς θείους αὐτῷ λόγους διαπορθμεῦσαι, καὶ εἰπεῖν· ιβʹ, ιγʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου. Καὶ αὐ τὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὑτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέ ρων." Ταῦτα δὲ ἅπαντα περὶ τοῦ Ζοροβάβελ προαγορεύει, οὐχ ὡς μηδέπω τεχθέντος, ἀλλ' ὡς μηδέπω τὴν ἡγεμονίαν παρειληφότος. Ἀνατολὴν δὲ αὐτὸν ὀνομάζει, ἐπειδὴ δίκην φωτὸς τοῖς τηνι κάδε τὴν Ἱερουσαλὴμ οἰκοῦσιν ἀνέτειλεν, ἀωρίᾳ κα κῶν καὶ σκοτομήνῃ κατεχομένοις. Τοῦτον λέγει καὶ τὸν θεῖον τελειώσειν οἶκον, καὶ τοῖς βασιλικοῖς ἐνι δρυσθήσεσθαι θρόνοις, καὶ τὸν ἀρχιερέα πάσης ἀξιώ σειν τιμῆς, καὶ τοσαύτην πρὸς αὐτὸν σχήσειν ὁμό 81.1908 νοιαν, ὡς μηδὲν δίχα τῆς ἐκείνου γνώμης δράσαι ποτέ. Οὐ μόνον δὲ τούτοις ταῦτα ὑπέσχετο,