1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

139

ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. "Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, ὦ ἱε ρεῖς." Ἐὰν δὲ μὴ βουληθῆτε

σπουδαίως προσχεῖν τοῖς ὑπ' ἐμοῦ λεγομένοις, καὶ πάντων ὁμοῦ τὸ σέβας τὸ ἐμὸν προτιμῆσαι, "Ἐξαποστελῶ ἐφ' ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτὴν, καὶ διασκεδάσω τὴν εὐλο γίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς καρδίαν ὑμῶν." Εὐλογίαν καλεῖ τὴν ἱερωσύνην αὐτὴν, ἣν κατὰ θείαν ἔλαβον χάριν· ταύ την ἠπείλησε καταλύσειν καὶ διασκεδάσειν διὰ τὴν περὶ αὐτὴν γεγενημένην ἀτοπίαν. γʹ. "Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ διασκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό." Τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν· "Ἰδοὺ ἐγὼ ἐπιτιμῶ ὑμῖν σὺν τῷ βραχίονι, καὶ λικμήσω κόπρον ἐπὶ πρόσωπα ὑμῶν, κόπρον ἑορτῶν ὑμῶν." Ἐπειδὴ γὰρ τοῖς ἱερεῦσι κατὰ νόμον ἀφώριστό τε τὸ στηθύ νιον, καὶ ὁ βραχίων ὁ δεξιὸς, ἀπειλεῖ καὶ αὐτοὺς ἀποῤῥίψειν, καὶ τὸν ἀφορισθέντα αὐτοῖς βραχίονα· ἀντὶ δὲ τοῦ στηθυνίου τὸ ἔνυστρον τέθεικε, τὸ τῆς κόπρου δοχεῖον. Πάλαι μὲν γὰρ αὐτοῖς εὐσεβοῦσιν ὁ Θεὸς τὸν βραχίονα τὸν δεξιὸν ἀπένειμεν, ὡς σύμβο λον τῆς πρακτικῆς ἀρετῆς· τὸ δὲ στηθύνιον, ὃ τῆς καρδίας καθάπερ τις θώραξ προβέβληται, φυλάττον αὐτὴν καὶ καλύπτον, σύμβολον τῶν τῆς εὐσεβείας δογμάτων. Ἐπειδὴ δὲ καὶ τῆς εὐσεβείας ἑκόντες ἐξ έστησαν, καὶ τῆς ἀρετῆς ἐγυμνώθησαν, τὸ ἔνυστρον λέγει, τὸ τῆς κόπρου δοχεῖον, εἰς τὰ πρόσωπα αὐτῶν σκεδαννύναι, τὴν αἰσχύνην καὶ τὴν ἀτιμίαν διὰ τού των σημαίνων. Τούτου δὲ, φησὶ, γινομένου, γνώ σεσθε ὡς ἐγὼ τοῖς ὑμετέροις προγόνοις ἔδωκα τὴν περὶ τῶν θυσιῶν ἐντολήν. Εἶτα μέμνηται διὰ τοῦ Λευῒ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως. Ἔφη γὰροὕτως· δʹ. "Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐξαπ έσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευΐτας, λέγει Κύριος παντοκράτωρ." Εἶτα τούτοις ἐπήγαγεν· εʹ. "Ἡ διαθήκη μου ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν." Ταῦτα γὰρ ποιοῦντι, φησὶ, ζωὴν καὶ εἰρήνην ἐπηγ γειλάμην μισθόν· τούτου γὰρ εἵνεκα ζωῆς καὶ εἰρή νης αὐτὴν προσηγόρευσε διαθήκην, ὡς ταῦτα προ ξενοῦσαν τοῖς πειθομένοις. ʹ. "Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ ηὑρέθη ἐν τοῖς χείλεσιν αὐτοῦ· ἐν εἰ ρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας." Ἡ γὰρ ἁμαρτία τὴν πρὸς Θεὸν ἔχθραν ἐργάζεται· ἡ δικαιοσύνη δὲ πραγ ματεύεται τὴν εἰρήνην. Λέγει τοίνυν ὅτι τὴν εὐθεῖαν 81.1972 ὁδεύων, καὶ τιμῶν τὴν ἀλήθειαν, καὶ τὴν ἀδικίαν μυσαττόμενος, ἵλεών με εἶχεν, καὶ τῆς ἐμῆς ἀπο λαύων εἰρήνης, πολλοῖς πλανωμένοις ἐγένετο πρὸς ἀλήθειαν ποδηγός· δίκαιον γὰρ διαφερόντως τὸν ἱε ρέα εἶναι τῶν θείων νόμων ἐργάτην· ἅτε δὴ κεχει ροτονημένον τῶν ἄλλων διδάσκαλον, καὶ τὰ θεῖα λό για διαπορθμεύειν πεπιστευμένον· ἄγγελος γὰρ Κυ ρίου παντοκράτορός ἐστιν, ἀπαγγέλλων τοῖς ἄλλοις τοῦ Θεοῦ βούλημα. ηʹ. "Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ μου, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν δια θήκην τοῦ Λευῒ, λέγει Κύριος παντοκράτωρ." Τὸ, ἠσθενήσατε πολλοὺς, ἐσκανδαλίσατε ἡρμήνευσαν. Ἀκύλας καὶ Σύμμαχος. Λέγει δὲ, ὅτι Τὴν παρανο μίαν ἀσπασάμενοι, καὶ ἄλλοις λώβης ἐγένεσθε πρό ξενοι. Εἶτα αὐτοῖς προλέγει τὰ νῦν αὐτοὺς κατειλη φότα κακά. θʹ. "Καὶ ἐγὼ ἔδωκα ὑμᾶς ἐξουδενωμένους, καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑμεῖς οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ' ἐλαμβάνετε πρόσ ωπα ἐν νόμῳ." Ὁ Σύμμαχος ἡρμήνευσεν, ἐδυσ ωπεῖσθε πρόσωπα ἐν νόμῳ. Αἰτιᾶται δὲ αὐτοὺς, ὡς παραβάτας τοῦ νόμου γεγενημένους, καὶ εἰς χάριν τινῶν παρανόμως δικάζοντας, ἢ χρήματα κομιζο μένους παρὰ τῶν προσφερόντων τὰ θύματα, καὶ δε χομένους παρ' αὐτῶν τά τινα λώβην ἐν τοῖς μέλεσιν ἔχοντα. ιʹ. "Οὐχὶ πατὴρ εἶς πάντων ὑμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελ φὸν αὑτοῦ, τοῦ βεβηλῶσαι τὴν