1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

2

ὑμῶν τῶν ἐπιτα ξάντων καὶ εἰς τοῦτον διεγειράντων τὸν πόνον, τὰς προσευχὰς εἰς ἐπικουρίαν καλέσαντες· μικρὰ δὲ πρότε ρον περὶ τῶν καιρῶν, ἐν οἷς ἕκαστος προεφήτευσε, διελθόντες, οὕτω τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα. Περὶ τῶν καιρῶν, ἐν οἷς ἕκαστος τῶν δυοκαί δεκα προφητῶν προεφήτευσεν. Οἱ δυοκαίδεκα προφῆται οὐχ ὡς ἀλλήλοις συν ηκμακότες, καὶ κατ' αὐτὸν γεγονότες, μίαν 81.1549 ἔχουσι βίβλον· ἐν διαφόροις γὰρ καιροῖς τὰς τῶν μελλόντων ἐποιήσαντο προφητείας. Καὶ ὁ μὲν Ὡσηὲ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας· καὶ ὁ Ἀμὼςὡσαύτως ἐν ἡμέραις Ὀζίου· καὶ μέντοι καὶ ὁ Ἰωὴλ τούτων ὁμόχρονος· ὁ δὲ Μιχαίας εὐθὺς μετὰ τὴν Ὀζίου τελευτὴν τῆς προφητείας ἤρξατο ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου. Καὶ Ἰωνᾶς δεταύτης ἐστὶ τῆς συμμορίας εἰ γὰρ καὶ ἡ προφητεία τὸν χρόνον ἐσίγησεν, ἀλλ' ἡ τῶν Παραλειπομένων βίβλος τοῦτο διδάσκει σαφῶς. Ὁ δὲ Ναοὺμ μετὰ τὸν Ἰωνᾶν τὸ τῆς προφητείας ἐδέξατο χάρισμα· διδάσκει δὲ τοῦτο σαφῶς ἡ τῆς προφητείας ὑπόθεσις. Ὁ μὲν γὰρ Ἰωνᾶς τὴν πανωλεθρίαν κηρύξας τοῖς Νινευί ταις, τοῖς τῆς μετανοίας αὐτοὺς φαρμάκοις παρ εσκεύασε χρήσασθαι· διὸ καὶ πεῖραν οὐκ ἔλαβον τῶν ἀπηχῶν ἐκείνων προῤῥήσεων. Ἐπειδὴ δὲ εἰς τὴν προτέραν κακίαν παλινδρομήσαντες ἄξια τιμωρίας ἐσχάτης ἐτόλμησαν, ὁ Ναοὺμ αὐτῶν μετὰ ταῦτα προφητεύει τὸν ὄλεθρον. Ὁ δὲ Ἀβδιοῦ, δι' ὧν τῇ Ἰδουμαίᾳ προηγόρευσεν ἀλγεινῶν, δῆλός ἐστι μετὰ τούτους τῆς προφητείας ἀρξάμενος. Ὁ δὲ Σοφονίας διδάσκει σαφῶς, ὡς ἐπὶ Ἰωσίου τοῦ βασιλέως τῆς θείας ἀποκαλύψεως ἔτυχε· κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ θαυμάσιος Ἱερεμίας. Ὁ δὲ Ἀββακοὺμ οὐπολὺ μετὰ τούτους. Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας, μετὰ πολλῶν ἐτῶν ἀριθμόν· οὐ γὰρ μόνον μετὰ τὸν Ἰωσίαν, καὶ τὸν Ἰωακεὶμ, καὶ τὸν Ἰεχονίαν, καὶ τὸν Σεδεκίαν, ἀλλὰ καὶ μετὰ τὸν ἐν Βα βυλῶνι τῆς αἰχμαλωσίας χρόνον, καὶ μετὰ Κῦρον τὸν πρῶτον Περσῶν βασιλεύσαντα, ὃς τὸν Ἰσραηλίτην λαὸν ἐπανελθεῖν παρηγγύησε, καὶ μετὰ Καμβύ σην τὸν ἐκείνου παῖδα ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου, τοῦ Ζοροβάβελ ἤδη τὸν θεῖον οἰκοδομοῦντος νεὼν, τὴν προφητείαν ἐποιήσαντο· μεθ' οὓς οὐδεὶς ἕτερος παρ' Ἰουδαίοις προφήτης εὑρίσκεται. Οὐ τοίνυν ὡς κατ' αὐτὸν γεγονότες μίαν ἔχουσι βίβλον, ἀλλ' ἐπειδὴ δι' ὀλίγων ἐποιήσαντο τὰς προῤῥήσεις, καὶ οὐκ ἀπέχρη τούτων ἕκαστος εἰς μιᾶς βίβλου διὰ βραχύτητα κατασκευὴν, εἰκότως οἱ ἀνέκαθεν τῶν θείων πεφροντικότες, τῶν δυοκαίδεκα προφητῶν τὰς προῤῥήσεις συναγαγόντες, μίαν ἀπέφηναν βίβλον. Καιρὸς δὲ λοιπὸν, τῆς κατὰ μέρος ἡμᾶς ἅψασθαι ἑρμηνείας, τῆς Ὡσηὲ προφητείας ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν προδιδάξαντες.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. ΥΠΟΘΕΣΙΣ. Τῆς τοῦ λαοῦ διαιρέσεως ἐπὶ Ῥοβοὰμ τοῦ Σολο μῶντος γεγενημένης, τῶν

δέκα φυλῶν Ἱεροβοὰμ ὁ Ναβὰτ ἐβασίλευσεν. Οὗτος δείσας μὴ, τῶν κατὰ και ρὸν ἑορτῶν εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν τὸν λαὸν καλουσῶν, εἰς τὴν ∆αβιτικὴν ἐπανέλθωσιν αἱ δέκα φυλαὶ βασιλείαν, ἦρξε κακῶς τῆς εἰς τὸν Θεὸν ἀσε βείας, καὶ δύο δαμάλεις κατασκευάσας χρυσᾶς, τῇ μὲν ἐν τῇ ∆ᾶν, τῇ δὲ ἐν τῇ Βαιθὴλ τέμενος κατ εσκεύασεν. Ἐντεῦθεν ἡ ἀσέβεια λαβοῦσα παρείσ δυσιν, καὶ τοῖς τῶν ὁμόρων ἐθνῶν εἰδώλοις αὐτοὺς λατρεύειν ἐδίδαξεν· εἰς ἔσχατον δὲ παρανομίας ἐλά σαντες τῆς θείας ἐγυμνώθησαν προμηθείας. Καὶ πρῶτος μὲν αὐτοὺς Ἀζαὴλ ὁ τῶν Σύρων κατεπολέ μησε βασιλεύς· εἶτα Φουὰ ὁ τῶν Ἀσσυρίων τηνι κάδε τὰ σκῆπτρα κατέχων, φόρον ὅτι πλεῖστον εἰσ έπραξε. Μετὰ τοῦτον Θεγλαθφαλασὰρ πολλὰς τῶν πόλεων