1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

3

ἀναστάτους πεποιηκὼς, τοὺς μὲν ἀνεῖλε τῶν ἐνοικούντων, τοὺς δὲ δορυαλώτους ἀπήγαγε. Μετὰ τοῦτον Σαλμανασὰρ τὴν βασιλείαν διαδεξάμενος, ταὐτὰ δέδρακε πάλιν τὰς ἀκηράτους διασωθείσας τῶν πόλεων, καὶ διελὼν εἰς πολιορκίαν τὴν στρα τιὰν, αὔτανδρον ἔλαβε τὴν Σαμάρειαν, καὶ τῶν δέκα φυλῶν τὸ λειπόμενον εἰς τὴν Ἀσσυρίαν ἀπ ῴκισεν. Ἔσχατος δὲ βασιλεὺς Ἀσσυρίων ὁ Σενναχηρεὶμ κατὰ τῆς Ἰουδαίας στρατεύσας, ἐνίας μὲν εἷλε τῶν πόλεων, πολιορκῆσαι δὲ τὴν Ἱερουσαλὴμ πειραθεὶς, θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, αὐτὸς ἀλώβητος τηνικαῦτα μεμένηκεν, ὡς ἂν γέ νοιτο κῆρυξ τῆς θείας δυνάμεως· ἐν δὲ τοῖς βασι λείοις γενόμενος, ὑπὸ τῶν ἐξ αὐτοῦ φύντων ἐδέξατο τὴν σφαγήν· ἐπειδὴ καὶ αὐτὸς ὑπὸ τοῦ Θεοῦ γεγο νὼς κατὰ τοῦ πεποιηκότος ἐλύττησεν. Ὁ τοίνυν θεσπέσιος Ὠσηὲ τὸ προφητικὸν δεξάμενος χάρισμα, 81.1553 καὶ πόῤῥωθεν ταῦτα τοῖς πνευματικοῖς θεασάμενος ὀφθαλμοῖς, προλέγειν προστάττεται τῷ λαῷ, ἵνα δείσαντες τὰς προῤῥήσεις, φύγωσι τὰς κολάσεις, καὶ πεῖραν μὴ λάβωσι τῶν κακῶν. Οὐδὲ γὰρ τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀπειλεῖ τὰς τιμωρίας, ἵν' ἐπάγῃ ταύτας οἷς ἀπειλεῖ· ἀλλ' ἵνα τῷ φόβῳ κατα πλήξας εἰς μεταμέλειαν ἀγάγῃ, καὶ τῆς τολμωμένης πονηρίας ἐλευθερώσας, ὀρέξῃ τὴν σωτηρίαν. Κολά ζειν γὰρ βουλόμενος οὐκ ἂν ἠπείλησε κόλασιν· ἀπειλῶν δὲ παραδηλοῖ ὡς σώζειν ἀλλ' οὐ κολάζειν ἐφίεται. Πέμπει τοίνυν τὸν μακάριον Ὡσηὲ, καὶ ταῖς δέκα φυλαῖς τὰ συμβησόμενα προειπεῖν, καὶ ταῖς δύο ὡσαύτως· τήν τε ἐπὶ τοῦ Σενναχηρεὶμ γε νησομένην σωτηρίαν προαγορεῦσαι, καὶ τὸν ἐπὶ Βαβυλωνίων ἐπαχθησόμενον αὐτοῖς ὄλεθρον προσημῆ ναι. Καλεῖ δὲ τὰς μὲν δύο φυλὰς Ἰούδαν· οὐ γὰρ ἐκ τῆς Βενιαμίτιδος, ἀλλ' ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν ἐβεβλαστήκει γένος. Καὶ τὰ βασίλεια δὲ ἐν τοῖς Ἱεροσολύμοις ἦν· Ἰουδαϊκὴ δὲ καὶ αὕτη ἡ πόλις. Καὶ μέντοι καὶ πλήθει, καὶ δυνάμει οὐ τού τους μόνους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ὑπερ εῖχον οὗτοι· τούτου χάριν ἀπὸ τῆς δυνατωτέρας φυλῆς τὰς δύο προσαγορεύει. Καὶ τὰς δέκα Ἐφ ραῒμ ὀνομάζει· ἐπειδὴ καὶ Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βασιλεύσας ἐκ ταύτης ἦν τῆς φυλῆς, καὶ τὰ βασίλεια ἐν τῇ Σαμαρείᾳ κατεστήσατο πόλει, ταύτῃ πάλιν τῇ φυλῇ διαφερούσῃ· καὶ ἐν πλήθει δὲ καὶ ἀνδρείᾳ διέπρεπον καὶ οὗτοι. Τούτων τοίνυν ὧδε διηυκρινημένων, ἀρκτέον ἤδη τῆς κατὰ μέρος ἑρμηνείας.

ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. "Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρὶ, ἐν

ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ." Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς τούτων κἀκείνων ἐχειρο τονήθη προφήτης· οὗ χάριν οὐ μόνον τῶν τοῦ Ἰούδα βασιλέων ἐμνημόνευσεν, ἀλλὰ καὶ τοῦ Ἱεροβοὰμ, ὃς τοῦ μὲν Ἰωᾶς ἦν υἱὸς, ἔκγονος δὲ τοῦ Ἰωάχαζ, ἀπόγονος δὲ τοῦ Ἰηοῦ, ὃν ὁ θεσπέσιος Ἐλισσαῖος κατὰ θεῖον ἔχρισε νεῦμα, ὥστε καὶ τῷ Ναβουθὲ τιμωρῆσαι, καὶ τὴν μυσαρωτάτην Ἰεζάβελ κολάσαι. Οὕτω δηλώσας τὸν χρόνον καὶ τοὺς βασιλέας, ὧν κρατούντων ἐχειροτονήθη προφήτης, ἐπάγει· βʹ. "Ἀρχὴ λόγου Κυρίου πρὸς Ὡσηέ." Ἀντὶτοῦ, Οὐδὲν πρὸ τούτου μοι προσέταξεν ὁ ∆εσπότης, ἀλλὰ τῶν πρὸς ἐμὲ λόγων ἀρξάμενος, ἐκέλευσέ με γυναῖκα πορνείας λαβεῖν, καὶ τέκνα πορνείας παι δοποιῆσαι. Προστίθησι δὲ καὶ τὴν αἰτίαν· "∆ιότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου." Τούτοις προστίθησιν, ὡς ἀναμφιβόλως τὸ προσταχθὲν ἔδρασε· λέγει δὲ καὶ τῆς πόρνης τοὔνομα, καὶ ἐκ τίνος ἔφυ, καὶ τὴν γενομένην ὁμι λίαν, καὶ τὸν τῆς ὁμιλίας καρπὸν, καὶ τοῦ τεχθέν τος τὴν προσηγορίαν ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ καὶ τὸν γάμον προστεταχότος. 81.1556 δʹ. "Εἶπε γὰρ Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ." Ἐγὼ δὲ θαυμάζω λίαν τοὺς τετολμηκότας εἰπεῖν, ὡς ῥήματα ταῦτά ἐστιν ἔρημα πραγμά των, καὶ προσέταξε μὲν ὁ τῶν ὅλων Θεὸς, ὁ δὲ προφή της οὐκ ἔλαβεν, ἀλλὰ τὰ μὲν ῥήματα προσεφέρετο, τὰ δὲ πράγματα οὐκ ἐγίνετο. Ἔδει δὲ συνιδεῖν τοὺς ταῦτα λέγειν ἐπιχειροῦντας, ὡς