1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

4

πολλὰ τοιαῦτα πολ λάκις προσέταξεν ὁ Θεός· τὸν μὲν γὰρ Ἡσαΐαν λῦσαι τὸν σάκκον ἀπὸ τῆς ὀσφύος ἐκέλευσε, καὶ γυμνὸν τρέχειν, καὶ ἀνυπόδετον, καὶ οὕτω ποιεῖσθαι τὴν προφητείαν· τῷ δὲ Ἱερεμίᾳ, ποτὲ μὲν ξυλίνους κλοιοὺς τῷ τραχήλῳ περιθεῖναι, ποτὲ δὲ σιδηροῦς παρεγγύησεν· τῷ δὲ Ἰεζεκιὴλ, ἐπὶ τῆς εὐωνύμου κατακλιθῆναι πλευρᾶς πεντήκοντα καὶ ἑκατὸν ἡμέ ρας προσέταξε, καὶ ἐπὶ τῆς δεξιᾶς τεσσαράκοντα, καὶ φαγεῖν τὸν ἄρτον ἐν βολβίτοις κόπρου ἀνθρω πίνης, καὶ λαβεῖν σκεύη αἰχμαλωσίας, καὶ διορύξαι τὸν τοῖχον, καὶ εἰκόνα διαγράψαι φευγόντων, καὶ οὕτω προαγορεῦσαι τὸν τοῦ Σεδεκίου δρασμόν. Καὶ μυρία δὲ ἄλλα τοιαῦτα εὑρήσομεν ἐν τῇ θείᾳ Γραφῇ, ὧν εἴ τις τὸν σκοπὸν ἀγνοήσειεν, ἀνάξια ταῦτα ἂν εἴποι προφητικῆς ἀρετῆς· οἱ δὲ τοῦ Θεοῦ τὴν φιλαν θρωπίαν εἰδότες, καὶ ὡς ἅπαντα πρυτανεύει τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας, ἐντεῦθεν μάλιστα καὶ τὰς τῆς θείας ὑμνῳδίας λαμβάνουσιν ἀφορμὰς, καὶ τοὺς θεσπεσίους θαυμάζουσι προφήτας, εἰς ἅπαντα εἶξαι τῷ ∆εσπότῃ προελομένους. Ὁ γὰρ τῶν ὅλων Θεὸς, ἐπειδὴ πρὸς ἀνθρώπους ἀναλγησίαν νοσοῦντας τοὺς λόγους ποιούμενος διὰ ῥημάτων οὐκ ἔπειθε, πράγμασί τισιν ἐσκιαγράφει τὰ μέλλοντα, τῷ παραδόξῳ τῶν ὁρωμένων εἰς θεωρίαν τοὺς ἀτε ράμονας ἕλκων· οἵ τε γὰρ τὸν Ἡσαΐαν θέοντα γυμνὸν ὁρῶντες ἔδραμον ἂν δήπουθεν εἰς τὴν τοῦ καινοῦ πράγματος θεωρίαν, μαθεῖν ἐφιέμενοι τοῦ τοιούτου δρόμου τὴν πρόφασιν. Καὶ οἱ τὸν Ἰεζεκιὴλ ἐκεῖνα πάντα δρῶντα θεώμενοι, ἤροντο ἂν ὡς εἰκὸς τὴν αἰτίαν τῶν γινομένων. Οὕτω τοίνυν καὶ τὸν μακάριον Ὡσηὲ παρασκευάζει τῶν ὅλων ὁ Κύριος, γυναῖκα λαβεῖν ἀκόλαστον, ἵνα διὰ τοῦ γινομένου, καὶ τοῦ λαοῦ τὴν ἀσέβειαν ἐλέγξῃ, καὶ τὴν οἰκείαν, ἐπιδείξῃ μακροθυμίαν. Εἰ δὲ ὁ τῶν ὅλων Θεὸς τῆς ἀκολάστου καὶ μοιχευτρίας ἠνείχετο Συναγωγῆς, καὶ οὐκ ἐμολύνετο ἡ τῆς ἁγιωσύνης πηγὴ ἐκ τῆς μυ σαρᾶς ἐκείνης καὶ βδελυρᾶς, οὐδὲ ὁ προφήτης ἐκ τῆς ἀσελγοῦς ἐκείνης γυναικὸς κηλίδα ἐδέξατο· οὐδὲ γὰρ ἐπιθυμίᾳ πονηρᾷ δουλεύων, ἀλλὰ τὰ θεόθεν προστεταγμένα πληρῶν, τῆς ὁμιλίας ἐκείνης ἠν έσχετο. Εἰδέναι δὲ χρὴ, ὡς τῷ σκοπῷ τό τε ἀγαθὸν καὶ τὸ κακὸν κρίνεται· τούτῳ γὰρ ὁ γάμος τῆς μοιχείας κεχώρισται, καὶ τῆς συνουσίας οὐδεμίαν ἐχούσης διαφορὰν, τῷ σκοπῷ καὶ τῷ νόμῳ τὸ διάφο ρον δείκνυται, καὶ κατὰ ταῦτα τὸ μὲν ἔννομον, τὸ δὲ παράνομον κρίνεται. Τοῦτο καὶ ἐπὶ τοῦ φόνου σκοπούμενον εὕροι τις ἄν. Ἀναιρεῖ γὰρ καὶ ὁ ἀν 81.1557 δροφόνος, ἀναιρεῖ καὶ ὁ δικαστής· ἀλλ' ὁ μὲν ἐν νόμως, ὁ δὲ παρανόμως· καὶ τὸ μὲν ἔργον ταὐ τὸν, τῷ δὲ σκοπῷ διαφέρει. Καὶ ἵνα τοῦτο σαφέστε ρον ἀπὸ τῆς θείας Γραφῆς μεταμάθωμεν, σκο πήσωμεν οὕτως. Ἐφόνευσεν ὁ Καῒν, ἀλλὰ βασκήνας καὶ δόλῳ χρησάμενος· ἐφόνευσε Φινεὲς, ἀλλὰ ζηλώ σας, καὶ τῆς εὐσεβείας ὑπερμαχήσας, καὶ βδελυξά μενος τὴν ἀσέβειαν· καὶ τὸ μὲν ἔργον ταὐτὸ, ὁ δὲ σκοπὸς ἐναντίος ἐκ διαμέτρου. Οὕτω καὶ ἡ κλοπὴ τῶν μὲν ὑπὸ τοῦ νόμου κατηγορουμένων ἐστίν· ἀλλ' ἔκλεψε τὴν εὐλογίαν ὁ Ἰακὼβ, καὶ οὐ μόνον τὴν κατηγορίαν διέφυγεν, ἀλλὰ καὶ ἐν πάσαις εὐφημεῖται ταῖς γενεαῖς. Ἐνήστευσεν Ἠλίας ὁ πάνυ, ἐνήστευ-σαν δὲ καὶ οἱ τὸν Ναβουθὲ καταλεύσαντες· ἀλλ' ὁ μὲν φιλοσοφῶν, οἱ δὲ συκοφαντίαν τυρεύοντες. Ἠλέησεν ὁ Σαοὺλ τὸν Ἀγὰγ, καὶ ἐγυμνώθη τῆς βασιλείας παράνομος γὰρ ἦν ἐκεῖνος ὁ ἔλεος· ἔσφαξεν ὁ Σαμουὴλ τὸν Ἀγὰγ, καὶ θεῖον νόμον ἐπλήρωσε. Καὶ ἄλλα δὲ μυρία ἔστιν εὑρεῖν οὐ παρὰ τῇ θείᾳ μόνῃ Γραφῇ, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἑκάστην ἡμέραν παρ' ἡμῶν γιγνομένοις. Καὶ ὁ θαυμάσιος τοίνυν Ὡσηὲ, οὐκ ἐπιθυμίᾳ δουλεύσας, ἀλλὰ θείοις νεύμασιν εἴξας, ἔλαβε τὴν πόρνην, καὶ γάμου παν τὸς ἦν σεμνοτέρα ἐκείνη ἡ ὁμιλία· οὐ μόνον ὅτι κατὰ θεῖον ἐγίνετο νεῦμα, ἀλλ' ἐπειδὴ καὶ τοῦ Θεοῦ τὸν τύπον ἐδείκνυ, καὶ ὅπως ὁ ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, νυμφίος τῆς ἀκολάστου πληθύος τῶν Ἰσραηλιτῶν ἐχρημάτιζε. Παιδοποιήσαντι τοίνυν αὐτῷ κελεύει προσαγορεῦσαι τὸ τεχθὲν Ἰεζραέλ· "∆ιότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ, ἐπὶ τὸν οἶκον Ἰηοῦ, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ. (δʹ, εʹ). Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω