5
τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεζραέλ." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἰεζραὲλ τὸ χωρίον ἐστὶν, ἐν ᾧ Ναβουθὲ τὴν ἄδικον ἐκείνην ὑπέμεινε σφαγήν· ὁ δὲ Ἰηοῦ, ὁ τούτου κατὰ θείαν βουλὴν γενόμενος τιμωρὸς, ᾧ ὑπέσχετο ὁ Θεὸς διὰ τὰ κατὰ τῆς Ἰεζαβὲλ αὐτῷ γεγενημένα, εἰς τετάρτην γενεὰν διαρκέσειν τὴν βασιλείαν. Ἐπειδὴ τοίνυν οἱ ἐκ τούτου λήθην τῆς θείας ἔλαβον εὐεργε σίας, καὶ τὴν τῶν πρὸ αὐτῶν βεβασιλευκότων ἐζή λωσαν δυσσέβειαν, ἀπειλεῖ ὁ Θεὸς καὶ ταύτην κατα παύσειν τὴν βασιλείαν, καὶ τοῦ Ἰσραὴλ τὸ τόξον συντρίψειν, τουτέστι, καταλύσειν τὴν δύναμιν ἐν τῇ κοιλάδι τοῦ Ἰεζραέλ· οὐχ ἁπλῶς δὲ τοῦδε τοῦ χώρου τὴν μνήμην ἐποιήσατο, ἀλλὰ τῆς θείας ἀνα μιμνήσκων εὐεργεσίας τὸν τηνικάδε βασιλέα, καὶ διδάσκων, ὅτι καθάπερ δίκας εἰσέπραξε τοὺς τὸν Ναβουθὲ κατασφάξαντας διὰ τοῦ προπάτορος αὐτοῦ Ἰηοῦ· οὕτω καὶ αὐτοὺς τῆς εἰς αὐτὸν ἀγνωμοσύνης ἀπαιτήσει ποινήν. Τούτοις ἐπάγει, ὅτι καὶ ἕτερον ἐτέχθη παιδίον, καὶ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τὴν 81.1560 προσηγορίαν ἀνεδέξατο. Ἐκέλευσε γὰρ αὐτὴν, φησὶν, Οὐκ ἠλεημένην κληθῆναι· τοῦτο διδάσκων, ὡς οὐκέτι τὸν Ἰσραὴλ ἀξιώσει φιλανθρωπίας. ζʹ. "Τοὺς δὲ υἱοὺς Ἰούδα, φησὶν, ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι." Σαφῶς δὲ διὰ τούτων ἐδήλωσε τὰ κατὰ τὸν Σενναχηρεὶμ γεγενημένα· τηνικαῦτα γὰρ οὐ παρατάξεως γενομένης ἡττήθησαν οἱ Ἀσσύριοι, ἀλλ' ἀγγελικῇ δυνάμει ἑκατὸν ὀγδοήκοντα πέντε δι εφθάρησαν χιλιάδες. Τούτοις ἐπάγει, ὅτι καὶ ἑτέρου παιδίου τεχθέντος, ἐκέλευσεν ὁ Θεὸς κληθῆναι αὐτὸ Οὐ λαόν μου, καὶ τὴν αἰτίαν διδάσκει· "∆ιότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν." Καὶ ἵνα μή τις ὑπολάβῃ, ὅτι ὡς εὐαριθμήτους αὐτοὺς καὶ ὀλίγους ἀποπέμπεται, ἁρμοδίως προστέθεικεν· ιʹ. "Ὅτι ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐ μετρηθήσεται οὐδὲ ἐξαρι θμηθήσεται." Ἀλλ' οὐ πλήθει χαίρει ὁ Θεός· ὅπου δὲ δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Οὕτω τὸν Νῶε πάντων ὁμοῦ προτετίμηκε τῶν ἀνθρώπων· οὕτω τὸν Ἀβραὰμ, οὕτω τὸν Μωσέα· τοὺς δὲ ἐκείνων ἀπογόνους, καὶ ἀριθμὸν νικῶντας, Οὐ λαὸν αὑτοῦ καλεῖ διὰ τὴν ἀσέβειαν. Ἀλλὰ φιλάνθρωπος ὢν εὐθὺς ἀνεκαλέσατο τὴν ἐξενεχθεῖσαν ἀπόφασιν. "Ἔσται γὰρ, φησὶν, ἐν τῷ τόπῳ ᾧ ἐῤῥέθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. (ιαʹ.) Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται αὑτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, διότι με γάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ." ∆ιὰ τούτων τὴν ἀπὸ Βαβυλῶνος ἀνάκλησιν προηγόρευσε, καὶ ὅτι μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον οὐκέτι διῃρημένους ἕξουσι βα σιλέας, ἀλλ' ἑνωθέντες καὶ συναφθέντες ἕνα σχή σουσιν ἄρχοντα. Καὶ τοῦτο δὲ πέρας ἔλαβεν ἐπὶ τοῦ Ζοροβάβελ. Ἡμέραν δὲ τοῦ Ἰεζραὲλ ἐκάλεσε τὴνἐπενεχθεῖσαν ὑπὸ τῶν Ἀσσυρίων τῷ Ἰσραὴλ συμφορὰν ἐν τῇ κοιλάδι τοῦ Ἰεζραέλ. Ἐπειδὴ γὰρ, φησὶ, μεγάλην αὐτοῖς ἐπάγω τιμωρίαν, μεγάλης αὐ τοὺς ἀξιώσω καὶ σωτηρίας, καὶ τῆς δουλείας ἐλευ θερώσας, εἰς τὴν πατρῴαν ἐπανάξω πατρίδα.
ΚΕΦΑΛ. Βʹ. Εἶτα παρακελεύεται αὐτοῖς, ὡς τῶν πραγμάτων μεταβολὴν
δεξαμένων ἐναλλάξαι καὶ τὰ ὀνόματα, καὶ καλέσαι τὸν Οὐ λαὸν, Λαὸν, καὶ τὴν Οὐκ ἠγα πημένην, Ἠγαπημένην. Ὑμεῖς γὰρ, φησὶν, οἱ τῆς σωτηρίας ἀπολαύσαντες, καὶ ἐκ Βαβυλῶνος ἐπανελ θόντες, γένεσθε κριταὶ τῆς μητρὸς ὑμῶν καὶ ἐμοῦ, 81.1561 τουτέστι, τῶν προγόνων τῶν εἰς ἐμὲ παρανενομη κότων, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐ τῆς. Ἀποστάσιον, φησὶν, ἐγένετο τῆς αἰτίας ἐξ ἐκεί νης γεγενημένης. Τοιοῦτον εὑρίσκομεν καὶ παρὰ τῷ Ἡσαΐᾳ εἰρημένον· "Καὶ νῦν, οἶκος τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου· διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας." Καὶ ἐν ταῦθά φησι· βʹ. "Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ