6
ἐγὼ οὐκ ἀνὴρ αὐτῆς." Καὶ δεικνὺς, ὡς οὐκ ἐπὶ λύμῃ αὐτῆς τὸ ἀποστάσιον τοῦτο πεποίηται, ἐπάγει· "Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἀπὸ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς." Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρημένον· "Ἀγαθόν μοι, ὅτι ἐτα πείνωσάς με, ὅπως μάθω τὰ δικαιώματά σου." Καὶ ταύτην δὲ παιδεύων ὑπισχνεῖται τῆς πορνείας καὶ τῆς μοιχείας αὐτὴν ἐλευθεροῦν, οὐχ ἁπλῶς, ἀλλὰ πρόῤῥιζον ταύτην ἐκ μέσου τῶν μαστῶν ἀνασπᾷν. Παραδηλοῖ δὲ τὴν καρδίαν τὴν ὑπὸ τοῖς μαστοῖς κει μένην, ἐξ ἧς ἐκπορεύονται διαλογισμοὶ πονηροὶ, φθόνοι, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ τούτοις ὅμοια. Μεγίστην τοίνυν ὄνησιν ἡ τοῦ Θεοῦ φέρει παι δεία, τῆς πορνείας τοὺς παιδευομένους ἐλευθε ροῦσα. ∆ιδάσκει δὲ καὶ τῆς παιδείας τὰ εἴδη. γʹ. "Ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀπο καταστήσω αὐτὴν καθὼς ἡμέρα τῆς γενέσεως αὐ τῆς." Ἡμέραν δὲ γενέσεως καλεῖ τὴν ἐν Αἰγύπτῳ διαγωγήν. Ἔρημον αὐτὴν, φησὶ, τῆς ἐμῆς καταστήσω προνοίας, καὶ δουλεύειν Ἀσσυρίοις, ὡς ἐδούλευσεν Αἰγυπτίοις, παρασκευάσω. Καὶ ἀνύδρῳ δὲ γῇ καὶ ἐρήμῳ παραπλησίαν αὐτὴν ἀποφανῶ· καὶ διαφθερῶ αὐτὴν ἐν δίψει. Αἰνίττεται δὲ διὰ τοῦ δίψους, οὐ μόνον τὴν τοῦ ὕδατος ἔνδειαν, ἀλλὰ καὶ τῆς θείας κηδεμονίας στέρησιν. Οὐδὲ τὰ τέκνα δὲ αὐτῆς, φησὶν, ἀξιώσω φειδοῦς, ὅτι ἐκ δυσσεβῶν γεννηθέντα, τὴν τῶν πατέρων ἐμιμήσαντο βδελυρίαν. Πορνείαν γὰρ ἐνταῦθα τὴν τῶν εἰδώλων λατρείαν καλεῖ· σα φέστερον δὲ αὐτῆς τὴν ἀγνωμοσύνην ἐλέγχων ὑπο δείκνυσιν αὐτὴν λέγουσαν, ὡς προσήκει τοῖς ἐρα σταῖς ἀκολουθῆσαι· τουτέστι, τοῖς εἰδώλοις· παρ' ὧν ἅπασαν, φησὶ, λαμβάνω τῶν ἀναγκαίων τὴν ἀφθονίαν. Καὶ ἐπειδὴ ἠγνόησε τὸν δοτῆρα τῶν ἀγα θῶν, εἰκότως ἐπάγει· ϛʹ. "∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὑτῆς οὐ μὴ εὕρῃ." Καὶ αὐτὴ δὲ ἡ τιμω ρία φιλανθρωπίας μεστή· πραγματεύεται γὰρ αὐτῇ παῦλαν τῆς δυσσεβείας· μαθοῦσα γὰρ τῇ πείρᾳ τῶν κακῶν τὴν τῶν εἰδώλων ἀσθένειαν (ἐκάλεσε γὰρ αὐ τοὺς εἰς συμμαχίαν ἐν τῷ τῆς ἐφόδου καιρῷ, καὶ τῆς παρ' αὐτῶν ἐπικουρίας οὐκ ἔτυχε· "Ζητήσει γὰρ αὐτοὺς, φησὶ, καὶ οὐ μὴ εὕρῃ)," ἀναμνησθήσεται τῆς θείας κηδεμονίας, καὶ ἐρεῖ· "Πορεύσομαι, καὶ 81.1564 ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλός μοι ἦν τότε, ἢ νῦν. Καὶ τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τὴν θείαν φιλανθρωπίαν, ὃς Θεὸς ὢν, καὶ ποιητὴς, καὶ Κύριος, ἄνδρα ἑαυτὸν, ἀλλ' οὐ δεσπότην ἀποκαλεῖ; Ἐπειδὴ γὰρ πλείων τῆς γυναικὸς ἡ περὶ τὸν ἄνδρα φιλοστοργία, ἢ δούλοις πρὸς δεσπότην, ταύτην ἐνθεῖναι τοῖς ἀνθρώποις βουλόμενος τὴν διά θεσιν, νυμφίον ἑαυτὸν καὶ ἄνδρα προσαγορεύει. Ἀλλ' ὅμως τοὺς ἀγνώμονας οὐδὲ ταῦτα εἰς εὐγνωμοσύνην κινεῖ. ∆ιὸ καὶ περὶ ἐκείνων φησὶν, ὅτι ηʹ. "Αὐτὴ οὐκ ἔγνω, ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖ τον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον· ἀργύριον καὶ χρυ σίον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ." Καὶ ἃ παρὰ τοῦ Θεοῦ ἐκομίσατο δῶρα, ταῦτα τοῖς ἀντιθέοις ἐκείνοις προσήνεγκε. ∆ιὸ χαλεπαίνων ὁ Θεὸς ἀπειλεῖ καὶ σίτου καὶ οἴνου στερίσκειν αὐτούς· καὶ ἵνα μὴ νομίσωσι τὴν γῆν ἀκαρπίαν νοσεῖν, εἰκότως ἐπήγαγε, "Καθ' ὥραν αὑτοῦ·" τουτέστι, μετὰ τὸ πεπανθῆναι, καὶ πέπειρον γενέσθαι, ἐν ἀμητοῦ καὶ τρύγης καιρῷ. Ἀπειλεῖ δὲ καὶ ἐσθῆτα ἀφαιρεῖσθαι, ὥστε καὶ τῶν ἀναγκαίων περιβολαίων σπανίζειν. Οἱ δὲ ἐρασταὶ αὐτῆς, φησὶ, ταῦτα ὁρῶντες, ἐπαμῦναι αὐτῇ οὐ δυνήσονται. Πρὸς τούτοις, καὶ τὰς πανηγύρεις καταπαύειν, καὶ πᾶσαν ἀφορμὴν εὐφροσύνης σβεννύναι, συκᾶς τε καὶ ἀμ πέλους διαφθείρειν, διὰ τῆς προφητικῆς ἠπείλησε γλώττης. Ἐπειδὴ εἶπε, φησὶ, ταῦτα παρὰ τῶν εἰ δώλων εἰληφέναι, καὶ ἠγνόησεν ἐμὲ τὸν τούτων γενό μενον χορηγόν. "Καὶ θήσομαι αὐτὰ, φησὶν, εἰς μαρ τύριον." Ἀπὸ θηρίων γὰρ, φησὶ, καὶ πετεινῶν, καὶ ἑρπετῶν ἀφανιζόμενα καὶ διαφθειρόμενα, καὶ τῆς αὐτῶν δυσσεβείας κατηγορήσει, καὶ τῇ ὑπ' ἐμοῦ ἐπενεχθείσῃ μαρτυρήσει παιδείᾳ. Ταῦτα δὲ πείσεται, ἐπειδὴ τὰ Βααλὶμ, τουτέστι, τὰ εἴδωλα, τῆς ἐμῆς προετίμησε θεραπείας, καὶ κόσμῳ παντο δαπῷ κεχρημένη τὰς ἐκείνων ἑορτὰς