1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

9

ἐπιβουλεύετε γάμοις, ὡς τὴν γῆν ὑμῶν ἅπασαν πλήρη τούτων γενέσθαι τῶν μιασμάτων. ∆ι' ἅπερ τοσοῦτον πολεμίων ὑμῖν ἐπάξω πλῆθος, ὡς παντε λῶς δαπανηθῆναι, οὐ μόνον τοὺς εὐπορίᾳ συζῶντας, καὶ θηρίων δίκην καὶ ἑρπετῶν τοῖς πενεστέροις ἐπιόντας, καὶ οἷόν τισι πτεροῖς τῇ δυναστείᾳ κεχρη μένους· ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας, οἳ καθάπερ τινὲς ἰχθύες διανήχονται τοῦ βίου τὸ πέλαγος. Τρο πικῶς γὰρ θηρία μὲν, καὶ ἑρπετὰ καὶ πετεινὰ, τοὺς δυνατοὺς προσηγόρευσεν, ἰχθύας δὲ τοὺς πενε στέρους ὠνόμασε. Τούτου δὲ, φησὶ, γενομένου, ἔρημος ἡ γῆ καὶ τῶν δικαζόντων καὶ τῶν δικαζο μένων γενήσεται. "Ὁ δὲ λαός μου, φησὶν, ὡς 81.1572 ἀντιλεγόμενος ἱερεὺς, καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει καὶ προφήτης μετ' αὐτοῦ." Ἱερεῖ, φησὶν, ἀδοκίμῳ φανέντι, καὶ τὰς οἰκείας ἀξίας ἐκ πεπτωκότι ὁμοιωθήσεσθε, τῆς ἐμῆς γυμνωθέντες προνοίας, καὶ ἐπὶ πολλαῖς δὲ ἡμέραις ταύτῃ παρα δοθήσεσθε τῇ παιδείᾳ σὺν τοῖς τὰ ψευδῆ προαγορεύ ουσιν ὑμῖν προφήταις. Προφήτην γὰρ νῦν τὸν ψευ δοπροφήτην ὠνόμασεν, ἀπὸ τῆς κατεχούσης παρ' αὐτοῖς συνηθείας. "Καὶ νυκτὶ ὡμοίωσα τὴν μη τέρα σου." Καὶ δεικνὺς τίνα μητέρα καλεῖ, ϛʹ. "Ὡμοιώθη, φησὶν, ὁ λαός μου, ὡς οὐκ ἔχων ἐπίγνωσιν." Ἐπειδὴ γὰρ τῷ ζόφῳ τῆς ἀγνοίας σφᾶς αὐτοὺς ἐκδεδώκασι, καὶ οὐδὲ βραχεῖαν αἴγλην τοῦ τῆς θεογνωσίας φωτὸς ὑποδέξασθαι βούλονται, εἰκότως ἀπεικάζονται νυκτὶ τοιούτῳ κατεχόμενοι σκότῳ· μητέρα δὲ καλεῖ τὴν Συναγωγὴν, λαὸν δὲ, τοὺς ἐκ ταύτης φυομένους. Τοῦτο γὰρ καὶ παρὰ τῷ Ἡσαΐᾳ εὑρίσκομεν. "Ποῖον γὰρ, φησὶ, τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν;" -"Ἐπειδὴ τοί νυν, φησὶ, καὶ σὺ ἐπίγνωσιν ἀπώσω, ἀπώσομαί σε κἀ γὼ, τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπειδὴ ἐπελάθου τοῦ νόμου τοῦ Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τῶν τέκνων σου." Καὶ δεικνὺς σαφέστερον τήν τε οἰκείαν εὐερ γεσίαν, καὶ τὴν ἐκείνων ἀγνωμοσύνην, ζʹ. "Κατὰ τὸ πλῆθος αὐτῶν, φησὶν, οὕτως ἥμαρ τόν μοι." Ἐγὼ μὲν γὰρ αὐτοὺς παμπληθεῖς ἀπέφηνα. αὐτοὶ δὲ παρανομοῦντες εἰς ἐμὲ διετέλε σαν. ∆ιὸ ηʹ. "Τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. Ἁμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς ἀδι κίαις αὐτῶν λήψονται λαοὶ τὰς ψυχὰς αὐτῶν." Ἀντὶ τοῦ, θεριοῦσιν οἷς ἐσπάρκασι, καὶ τῶν οἰκείων πλημμελημάτων τρυγήσουσι τοὺς καρπούς. Τινὲς δέ φασι καὶ τοὺς ἱερέας διὰ τούτων αἰνίττεσθαι· ἐπειδὴ τῶν ὑπὲρ ἁμαρτημάτων καὶ πλημμελημάτων προσφερομένων θυσιῶν φανεράν τινα μοῖραν κατὰ νόμον ἐλάμβανον, καὶ ταύτης ἀπολαύοντες τῆς θεραπείας διελέγχειν οὐκ ἠβούλοντο τοὺς πονηρίᾳ συζῶντας· τούτου χάριν ἀγανακτῶν Θεὸς, Ἐπειδὴ, φησὶ, ταῖς μὲν ὑπὲρ ἁμαρτιῶν προσφερομέναις ἐντρυφᾶτε θυσίαις, τὴν δὲ προσήκουσαν τοῖς πταίου σιν οὐ προσφέρετε θεραπείαν, τῶν ἀδικιῶν τούτων δώσετε δίκας, ἀλλοφύλοις ἔθνεσιν εἰς σφαγὴν ἐκδο θέντες. Καὶ τοῦτο διδάσκων σαφέστερον, εὐθὺς ἐπήγαγε· θʹ. "Καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱε ρεύς." Παραπλησίως γὰρ τῷ λαῷ καὶ ὑμεῖς τῇ τιμωρίᾳ παραδοθήσεσθε, ἐπειδὴ τοῦ λαοῦ τὴν ἰα τρείαν ἐγχειρισθέντες ῥᾳστώνῃ συζῶντες οὐδεμίαν ἐποιήσασθε τῶν ἀῤῥώστως διακειμένων κηδεμονίαν. ∆ιό φησιν· "Ἐκδικήσω ἐπ' αὐτοὺς τὰς ὁδοὺς αὐ- τῶν, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ." 81.1573 Οὐ γὰρ μόνον πονηρῶν ἔργων, ἀλλὰ καὶ λογισμῶν ἀτόπων εὐθύνας εἰσπράξομαι. ιʹ. "Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν." Ἐπάλληλα, φησὶν, αὐτοῖς ἐπάξω κακὰ, καθάπερ τοῖς κόρον σιτίου λαβεῖν οὐκ ἐθέλουσι πλείονα προσφέρεται τὰ ἐδέσματα. Πάλιν δὲ αὐτῶν τὰς παρανομίας καταλέγει, οἰνοφλυγίαν αὐτοῖς ἐγκαλῶν, καὶ τὴν τῶν εἰδώλων λατρείαν· ταύτην γὰρ αὐτὴν ὀνομάζει πορνείαν. Προστίθησι δὲ καὶ τὴν κατα γέλαστον μαντείαν, διδάσκων, ὅπως τε αὐτοὶ τῶν χρᾷν ἐπαγγελλομένων ἐπυνθάνοντο, κἀκεῖνοι τίνι τρόπῳ τὰς ἀποκρίσεις ἐποιοῦντο. ιβʹ. "Ἐν συμβόλοις γὰρ, φησὶν, ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ." Οἱ μὲν γὰρ, φησὶ, διὰ συμβόλων τινῶν μαθεῖν τὸ πρακτέον ἐζή τουν· οἱ δὲ ῥάβδοις τισὶ κεχρημένοι συνεργοῖς τῆς ἀπάτης, ἀπήγγελλον ἃ ἠβούλοντο. Ταῦτα δὲ παρ' αὑτῶν ἐτολμῶντο,