1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

10

ἐπειδὴ πορνικὴν ἐκτήσαντο γνώ μην· πνεῦμα γὰρ πορνείας τὴν περὶ τὴν πορ νείαν ὁρμὴν ὀνομάζει. Καὶ σαφέστερον διδάσκων τίνα προσαγορεύει πορνείαν, ἐπήγαγε· "Καὶ ἐξ επόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὑτῶν." Καὶ τὸν τρόπον ὑποδεικνύς· ιγʹ. "Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύ κης, καὶ δένδρου συσκιάζοντος· ὅτι καλὸν σκέπη." Ἐπιτερπόμενοι γὰρ τοῖς ἀμφιλαφέσι τῶν δένδρων, οὐ τὸν τούτων ποιητὴν προσεκύνουν, ἀλλὰ τούτοις ἀντ' ἐκείνου τὰς θυσίας προσέφερον. Οὗ χάριν, φησὶν, οὐδεμιᾶς παρ' ἐμοῦ τεύξεσθε προμηθείας, τῶν θυγατέρων ὑμῶν καὶ τῶν νυμφῶν προφανῶς ὑπὸ τῶν ἐπιόντων ὑμῖν πολεμίων μοιχευομένων. Ἃ γὰρ κρύβδην παρ' ὑμῶν ἐτολμᾶτε, ταῦτα ἀναφανδὸν συγ χωρήσω γενέσθαι. Ταῦτα γὰρ προεδήλωσεν εἰ ρηκώς· "Ὅτι καὶ αὐτοὶ μετὰ πορνῶν συνεφύροντο, μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ λαὸς οὐ συνιὼν συνεπλέκετο μετὰ πόρνης." Πορνείαν τοίνυν ποτὲ μὲν τὴν ἀκολασίαν, ποτὲ δὲ τὴν ἀσέβειαν ὀνο μάζει· τετελεσμένους δὲ καλεῖ τοὺς τὰ τῆς ἀσε βείας ὄργια μεμυημένους. Καθάπερ γὰρ ἡμεῖς τοὺς τῶν θείων μυστηρίων ἠξιωμένους πιστοὺς ὀνομάζο μεν, οὕτω τετελεσμένους ὠνόμαζον Ἕλληνες, τοὺς ἀκριβέστερον δεδιδαγμένους τὴν σφετέραν ἀσέβειαν. Οὕτως αὐτοῖς ἀπειλήσας, πάλιν προσφέρει παραί νεσιν. ιεʹ. "Σὺ δὲ, Ἰσραὴλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὢν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον." Τὸ Ὢν ὄνομά ἐστι τοῦ εἰδώλου τοῦ ἐν Βαιθήλ· οὐ γὰρ, ὥς τινες ὑπέλαβον, τὸν ἀΐδιον ἑρμηνεύει, τουτέστι, τὸν ὄντα· ἀλλ' Ἑβραϊκόν ἐστιν, οὐχ Ἑλληνικὸν ὄνομα. Τοῦτο δὲ σαφῶς ἡμᾶς καὶ οἱ λοιποὶ τῆς Ἑβραΐδος 81.1576 ἐδίδαξαν γλώσσης ἑρμηνευταί. Ὁ μὲν γὰρ Ἀκύλας καὶ Θεοδοτίων οἶκον ἀνωφελῆ ἡρμηνεύκασιν· ὁ δὲ Σύμμαχος οἶκον ἀδικίας· ἀμφότερα δὲ συμβαίνει τῷ πράγματι. Οἱ γὰρ αὐτόθι προεδρεύοντες οὐ μόνον ἐκεῖθεν οὐδεμίαν ὠφέλειαν, ἀλλὰ καὶ λώβην ἐδέχον το, ἄδικοι καὶ ἀγνώμονες περὶ τὸν σφῶν αὐτῶν εὐ εργέτην γιγνόμενοι. Γάλγαλα δὲ πόλις ἦν καὶ αὐτὴ εἰδώλοις ἀνακειμένη πολλοῖς· ἐν ταύτῃ δὲ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τοὺς ἀπεριτμήτους τοῦ λαοῦ περιέτεμε ταῖς πετρίναις μαχαίραις χρησάμενος ἐν αὐτῇ καὶ τοὺς δώδεκα λίθους ἀπέθετο, οὓς ἐκ μέσου τοῦ Ἰορ δάνου λαβεῖν προσέταξεν ὁ Θεὸς, ἵν' ὦσι μνημόσυνον τῆς γενομένης εὐεργεσίας, καὶ δι' ἐκείνων μάθωσιν οἱ εἰς ὕστερον ἐσόμενοι, ὡς ξηρῷ τῷ πόρῳ χρησά μενος ὁ λαὸς τὴν πάροδον ἐποιήσατο. Μεγίστης τοί νυν ἀχαριστίας τεκμήριον τὸ τὴν πόλιν ἐκείνην, ἐν ᾗ τοσαῦτα μνημεῖα τῆς θείας εἶχον εὐεργεσίας, ἀσε βείας ἀποφῆναι μητρόπολιν. Τὸ δὲ, "Μὴ ὀμνύετε ζῶντα Κύριον," οὐχ ἁπλῶς ἀπαγορεύει· ἀλλ' ἐπειδὴ οἱ τῷ Ὢν προστετηκότες, καὶ κατὰ τούτου τοὺς ὅρκους ποιούμενοι, ζῶντα Κύριον αὐτὸν προσηγό ρευον. Καὶ τοῦτο ἀλλαχόθεν ἔστι μαθεῖν. "Ἐὰν γὰρ, φησὶν, ἐξάρῃς τὰ Βααλὶμ ἐκ τοῦ στόματός σου, καὶ ὀμόσῃς, Ζῇ Κύριος, μετ' ἀληθείας." Τουτέστιν, ἐὰν τῶν εἰδώλων ἐξορίσῃς τὴν μνήμην, καὶ τῇ ἐμῇ θεραπείᾳ προσέχων, καὶ ζῶντά με Κύριον ὀνομάζων, ὀμόσῃς τιμῶν τὴν ἀλήθειαν καὶ μυσαττόμενος τὸ ψεῦδος ι ϛʹ. "Ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος, ὡς ἀμνὸν ἐν εὐρυχώρῳ." Οἶστρός ἐστι μυῖά τις ταῖς βουσὶν ἐπιοῦσα, καὶ τοσαύτην αἴσθησιν ἐμποιοῦσα τοῖς δή γμασιν, ὡς τὰς ὑπ' ἐκείνης νυττομένας μήτε τῆς τῶν βουκόλων ἀνέχεσθαι φωνῆς, μήτε ταῖς ἄλλαις συννέμεσθαι βουσὶν, ἀλλὰ θέειν ἁπλῶς, καὶ κατὰ κρημνῶν ἔστιν ὅτε φέρεσθαι. Ταύταις, φησὶν, ἔοικεν ὁ Ἐφραῒμ, τῆς τῶν εἰδώλων θεραπείας τὸν οἶστρον δεξάμενος· Ἐφραῒμ δὲ τὰς δέκα φυλὰς, ὡς προεί πομεν, ὀνομάζει. Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτοὺς ἀποιμάντους καταλείψω, ἀλλὰ δορυαλώτους ἀπ αχθῆναι ποιήσας, τῇδε κἀκεῖσε διασπερῶ, ὡς μηδὲν διαφέρειν ἀμνοῦ πλανωμένου καὶ τὴν μητρῴαν ἐπι ζητοῦντος θηλήν. Ταῦτα δὲ πείσεται, ἐπειδὴ τάς τε δαμάλεις, καὶ τὰ λοιπὰ εἴδωλα, καθάπερ τινὰ σκάν δαλα καὶ πάγας ἑαυτῷ προτεθεικὼς, τὴν τῶν Χανα νιτῶν δυσσέβειαν ἐζήλωσε, καὶ ἀλαζονείᾳ κατ' ἐμοῦ χρησάμενος, τὴν τῶν εἰδώλων