1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

12

τοῦ Ἰούδα τὴν μνήμην. ιʹ. "Ἐγένοντο γὰρ, φησὶν, οἱ ἄρχοντες Ἰούδα, ὡς μετατιθέντες ὅρια· ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. Οὕτω γὰρ ἀναιδῶς τοὺς ὑπ' ἐμοῦ τεθέντας παραβαίνουσιν ὅρους, ὡς οἱ τοὺς διορί ζοντας λίθους, καὶ ταύτην ἀπ' ἐκείνης τὴν ἄρουραν διατέμνοντας μεταφέρειν ἀναισχύντως ἐπιχειροῦντες· διὸ χειμάῤῥου δίκην αὐτοῖς ἐποίσω τὰς τιμωρίας. ∆ῆλον δὲ, ὡς καὶ τοῦ Βενιαμὶν μνημονεύων συμπε ριλαμβάνει τὴν Ἰούδα φυλὴν, καὶ τοῦ Ἰούδα πάλιν κατηγορῶν, καὶ τὸν Βενιαμὶν ὡσαύτως συνάπτει· ὑπὸ μίαν γὰρ ἐτέλουν βασιλείαν· οὕτω δὲ καὶ τὸν Ἐφραῒμ λέγων, τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ ὀνομάζει, καὶ μέντοι καὶ τὸν Ἰσραὴλ μνημονεύων, ταὐτὸ τοῦτο σημαίνει. ιαʹ. "Κατεδυνάστευσεν Ἐφραῒμ τὸν ἀντίδικον αὑτοῦ, κατεδυνάστευσε τὸ κρῖμα, ὅτι ἤρξατο πο ρεύεσθαι ὀπίσω τῶν ματαίων." Αἰτία, φησὶ, τῆς ἀδικίας αὐτοῦ ἡ τῶν εἰδώλων ἐγένετο θεραπεία· εἰ γὰρ τὴν ἐμὴν εἶχε γνῶσιν, ἐκ τῆς ἐμῆς νομοθεσίας ἐπαιδεύετο τὸ δέον. ιβʹ. "Καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραῒμ, καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα." Ἀντὶ τοῦ, τὴν τῶν πολεμίων αὐτοῖς ἐπάξω ταραχὴν, καὶ οἷον ἀκίδι τινὶ νύξω, καὶ κέντρον τὴν δι' ἐκείνων αὐτοῖς ἐπιτι θεὶς τιμωρίαν. ιγʹ. "Καὶ εἶδεν Ἐφραῒμ τὴν νόσον αὑτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὑτοῦ." Τῇ πείρᾳ γὰρ ἔμαθεν τῶν κακῶν τὴν αἰτίαν. "Καὶ ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους." Ὑπὸ γὰρ τῶν Σύρων πολεμούμενος, 81.1581 τὸν Φουὰ, βασιλεὺς δὲ οὗτος ἦν Ἀσσυρίων, ἐκάλεσεν εἰς βοήθειαν. "Καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρεὶβ, καὶ αὐτὸς οὐκ ἠδυνήθη ῥύσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη." Πάλιν ὑμῖν τῶν Ἀσσυρίων ἐπελθόντων, πρεσβεύσεσθε, φησὶ, πρὸς τὸν Αἰγύπτου βασιλέα, τὴν ἐκεῖθεν αἰτοῦντες ἐπι κουρίαν· ἀλλ' ὅμως οὐδὲ τῆς ἐκεῖθεν τεύξεσθε βοη θείας, ἀλλ' ὀδύναις ἐπαλλήλοις παραδοθήσεσθε. Ὅτι δὲ τὸν βασιλέα Ἰαρεὶβ τὸν Αἰγύπτου καλεῖ βασιλέα, ἐκ τῶν μετὰ ταῦτα ῥᾴδιον μαθεῖν. "Ἐγένετο γὰρ Ἐφραῒμ, ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύοντο." ∆έον γὰρ τὴν ἐμὴν αἰτῆσαι βοήθειαν, καὶ δυνατὴν οὖσαν, καὶ λίαν αὐτῷ πελάζουσαν, τῇδε κἀκεῖσε διετέλει περινοστῶν, καὶ τὰς ἀσθενεῖς ἐπικουρίας αἰτῶν· οὐδεμίαν δὲ ὄνησιν ἐκ τῆς τούτων ἐπικου ρίας προσλήψεται. ιδʹ. "∆ιότι, φησὶν, ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα, καὶ ἐγὼ ἁρ- πῶμαι, καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος." Τίς γὰρ ἀντιστῆναι τοῖς ὑπ' ἐμοῦ γιγνομένοις δυνήσεται; τίς δὲ τοὺς ὑπ' ἐμοῦ κολαζο μένους ἐξαιρήσεται; ιεʹ. "Καὶ πορεύσομαι, καὶ ἐπιστρέψω εἰς τὸν τό πον μου, ἕως οὗ ἀφανισθῶσιν." Ἐπέμεινε τῇ τροπῇ. Ἐπειδὴ γὰρ εἶπεν· "Ὡς πάνθηρ, καὶ ὡς λέων αὐτοῖς ἔσομαι," ἁρμοδίως ἐπήγαγε τό· "Ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν." Ἔθος γὰρ καὶ τοῖς θηρίοις ἐκείνοις, ὅταν τι θηρεύσωσιν, εἰς τοὺς συνήθεις ἐπανιέναι τόπους, καὶ τὸν ἀπὸ τῆς θήρας ἐγγενόμενον διαναπαύειν πόνον. Κἀγὼ τοίνυν, φησὶ, δίκην πάνθηρος καὶ λέοντος, διὰ τῶν πολεμίων ὑμῖν ἐπελθὼν, κατ' ἐμαυτὸν λοιπὸν ἔσομαι, προνοίας ὑμᾶς οὐδεμιᾶς ἀξιῶ.

ΚΕΦΑΛΑΙΟΝ ςʹ. Τούτων δὲ, φησὶ, γινομένων, τὴν ἐμὴν κηδεμο νίαν

ἐπιζητήσουσι, καὶ ἀλλήλοις παρακελεύσονται τὸν τὰς παιδείας ἐπαγαγόντα ἱκετεῦσαι Θεὸν, κατάλ ληλον ἐπιθεῖναι τοῖς τραύμασι φάρμακον. "Ὅτι αὐ τὸς, φησὶ, πέπαικε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς." Καὶ τὸ σύντομον τῆς ἰάσεως παραδηλῶν· βʹ. "Ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα" Οὐ δεῖται γὰρ εἰς θερα πείαν χρονικῆς περιόδου, ἀλλ' ἀθρόαν παρέξει τὴν ὑγίειαν· αἰνίττεται δὲ διὰ τούτων καὶ τὴν διὰ τριῶν ἡμερῶν γενομένην τοῦ Σωτῆρος ἀνάστασιν, ἣ τῆς κοινῆς ἀναστάσεως ἐγένετο πρόξενος, καὶ πᾶσιν ἡμῖν δεδώρηται τὴν τῆς ἀθανασίας ἐλπίδα, διὰ τῆς εἰς τὸν Θεὸν ἐπιγνώσεως ἐγγινομένην. "Ἐν τῇ τρίτῃ γὰρ, φησὶν, ἡμέρᾳ ἀναστησόμεθα, καὶ ζησό 81.1584 μεθα ἐναντίον αὐτοῦ, καὶ γνωσόμεθα." Μετὰ γὰρ τὴν ἀνάστασιν, φησὶν ὁ Ἀπόστολος, ἐπιγνώσομαι, καθὼς καὶ