1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

13

ἐπεγνώσθην· "Ἄρτι γὰρ γινώσκω ἐκ μέ ρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην." Τότε τοίνυν, φησὶν, ἀκριβεστέραν τῶν πραγμάτων τὴν γνῶσιν δεξόμεθα· "Νῦν δὲ διώξωμεν τοῦ γνῶναι τὸν Κύριον." Σπουδαίως, φησὶ, καὶ προθυμοτέρως ἐπιζη τήσωμεν. "Ὡς γὰρ ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν." Καθάπερ γὰρ ὁ ὄρθρος λύει τῆς νυκτὸς τὸ ζοφῶδες, οὕτως αὐτὸς τῶν ἐπικειμένων ἡμᾶς ἀπαλλάξει πει ρασμῶν, καὶ τῆς αὐτοῦ προνοίας τὴν ἀκτῖνα παρ έξει. "Καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ." Πάντων γὰρ ἡμῖν τῶν ἀγαθῶν παρέξει τὴν ἀφθονίαν. Μετὰ ταύτην αὐτῶν τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, καθάπερ τις πατὴρ φιλόστοργος τὴν πρὸς αὐτοὺς ποιεῖται διάλεξιν. δʹ. "Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Τὸ δὲ ἔλεος ὑμῶν, ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη." Ἐγὼ μὲν γὰρ, φησὶ, πάσης ὑμᾶς ἀξιῶσαι φιλανθρωπίας ἐθέλω· ἡ δὲ παρ' ὑμῶν γινομένη μεταμέλεια πρόσκαιρός ἐστι, καὶ οὐ διαρκὴς, καὶ ἔοικε δρόσῳ βραχείᾳ συν ισταμένῃ, καὶ ὑπὸ ἡλίου δαπανωμένῃ, καὶ νεφέλῃ ἕωθεν προφαινομένῃ, καὶ ὑπὸ τῶν ἀκτίνων σκεδαν νυμένῃ· τῇ δὲ μεταμελείᾳ παραμετρεῖται τὸ ἔλεος. Ἀλλ' ὅμως καὶ οὕτως ὑμᾶς διακειμένους παντοδαπῆς ἐπιμελείας ἀξιῶν διετέλεσα, ὡς καὶ τοῖς ἐμαυτοῦ προφήταις αἴτιος θανάτου γενέσθαι· εἰς ὑμετέραν γὰρ αὐτοὺς ἀποστέλλων διδασκαλίαν, τὸν παρ' ὑμῶν αὐτοῖς προὐξένησα θάνατον. Ταῦτα γὰρ ἐδήλωσεν εἰ ρηκώς. εʹ. "∆ιὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου, καὶ τὸ κρῖμά μου ὡς φῶς ἐξελεύσεται." Καὶ γὰρ ἅπαν τας τοὺς προφήτας ἂν ἀνέλητε, οὐ δυνήσεσθε δεῖξαι τὴν προφητείαν ψευδῆ· οἷόν τι γὰρ φῶς τὴν ταύ την ἀλήθειαν ἐπιδείξω. ϛʹ. "∆ιότι ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπί γνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην, ἐκεῖ κατεφρόνησάν μου." Θυσιῶν μὲν γὰρ, φησὶν, οὐ προσδέομαι, δέχομαι δὲ ταύτας τῇ τῆς ὑμετέρας γνώμης ἀσθε νείᾳ συγκαταβαίνων. Ἀπαιτῶ δὲ τὰ δύο ταῦτα, τήν τε περὶ ἐμὲ εὔνοιαν, καὶ τὴν εἰς τὸν πέλας φιλαν θρωπίαν. Ταῦτα γὰρ καὶ νομοθετῶν πρῶτα τέθεικα· "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρ δίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν." Ἀλλ' ἐγὼ μὲν ταῦτα νενομοθέτηκα· αὐτοὶ δὲ ἐοίκασιν ἀν θρώπῳ τὰς συγκειμένας αὐτῷ πρός τινα παραβαί νοντι συνθήκας. Παραπλησίως γὰρ καὶ οὗτοι, τῆς ἐμῆς μακροθυμίας καταφρονοῦντες, τοὺς τεθέντας αὐτοῖς ἐπάτησαν νόμους. 81.1585 ηʹ, θʹ. "Κατεφρόνησέ μου Γάλγαλα, πόλις ἐργαζομένη μάταια, ταράττουσα ὕδωρ. Καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ." Ταύτης καὶ ἄνω τῆς πόλεως ἐμνημόνευσεν, ὡς εἰδώλοις ἀνακειμένης, καὶ πολλοὺς εἰς ἀσέβειαν ἐκκαλουμένης. Ταράσσειν δὲ αὐτοὺς ἔφη ὕδωρ, τὸ καθαρὸν τῆς θεογνωσίας ἐπιθολοῦσαν. Πειρατῇ δὲ τὴν ἰσχὺν αὐτῆς ἀπείκασεν, ἐπειδὴ γοητικαῖς μαγγανείαις καὶ σοφίσμασί τισι μεμηχανημένοις, τὰς τῶν εἰδώλων ἐποιοῦντο κινή σεις. Καθάπερ γὰρ οἱ πειραταὶ κρύβδην τοῖς ναυ τιλλομένοις ἐπιᾶσιν, οὕτως οἱ τῶν εἰδώλων θερα πευταὶ, μὴ δυνάμενοι δεῖξαι προφανῶς τὴν τούτων ἐνέργειαν, διὰ τῶν μεμηχανημένων αὐτοῖς τεχνα σμάτων ἐξαπατῶσι τοὺς ἀνοήτους. ∆έον δὲ τοὺς θείους ἱερέας μετὰ παῤῥησίας ἐλέγχειν τὴν τετολ μημένην ἀσέβειαν, ἐσίγων, τὴν τῶν ἀσεβούντων δε διότες μανίαν. Εἰκότως τοίνυν αὐτῶν καὶ μάλα δι καίως κατηγορεῖ, λέγων· "Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σί κημα, ὅτι ἀνομίαν ἐποίησαν. (ιʹ, ιαʹ.) Ἐν τῷ οἴκῳ Ἰσραὴλ εἶδον φρικώδη ἐκεῖ πορνείαν τοῦ Ἐφραῒμ, ἐμιάνθη Ἰσραήλ. Καὶ Ἰούδα ἀφῆκε θερισμὸν αὑτοῦ." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. Λευῒ, ὁ τῶν ἱερέων προπάτωρ, τῷ Συμεὼν χρησάμενος συνεργῷ, τὴν Σικιμιτῶν πόλιν ἄρδην ἠφάνισεν ἅπασαν, τῆς εἰς τὴν ἀδελφὴν ὕβρεως ποινὴν τοὺς πεπαρῳνηκότας πραττόμενος. Ἐγκαλεῖ τοῖς ἱερεῦσιν, ὅτι· Ἐκείνων ὄντες ἀπόγονοι, τῶν ἐκείνων, φησὶν, οὐκ ἐσχήκατε ζῆλον. Ἐκεῖνοι μὲν γὰρ ἐτιμώρησαν ἠδικημένῃ τῇ ἀδελφῇ, καὶ ὑπὲρ τῆς πατρῴας οἰκίας ἐζήλωσαν·