1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

15

διέφθειρον· τὸ γὰρ, "Ἐν τῷ κατα ράσσειν αὐτοὺς ὅλην τὴν νύκτα," οἱ πάντες ἑρμη νευταὶ συμφώνως ἐνεδρεύειν τεθείκασιν. Ἀλλὰ τούτων τίσουσι δίκας· "Πῦρ γὰρ κατέφαγε τοὺς κριτὰς αὐτῶν, πάντες οἱ βασιλεῖς αὐτῶν ἔπε σον." Καὶ τὸ πάντων αἴτιον τῶν κακῶν, "Οὐκ ἦν γὰρ ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρός με." Ὡς παρεληλυθότα τὰ ἐσόμενα εἴρηκε, δεικνὺς, ὡς πάν τως ταῦτα γενήσεται, καὶ οὐδὲν κωλύσει τὴν τῆς προῤῥήσεως ἔκβασιν. Τοῦτο καὶ παρὰ τοῖς ἄλλοις προφήταις εὑρίσκομεν τὸ ἰδίωμα· καὶ γὰρ Ἡσαΐας βοᾷ· "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη." Καί· "Ἡ κρίσις αὐτοῦ ἤρθη." Καί· "Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος·" ἀντὶ τοῦ, Ὀψόμεθα, καὶ Ἀρθήσεται, καὶ Ἀχθήσεται. Καὶ πάλιν· "Ὅτιπαιδίον ἐγεννήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν·" ἀντὶ τοῦ, Γεννηθήσεται, καὶ ∆οθήσεται. Ἐντεῦθεν εἰς δευτέραν κατηγορίαν τρέπει τὸν λόγον. ηʹ. "Ἐφραῒμ ἐν τοῖς λαοῖς αὐτὸς συνανεμί γνυτο." Προφανὴς δὲ ἡ παρανομία· ταύτης δὲ καὶ ὁ μακάριος κατηγορεῖ ∆αβὶδ, λέγων· "Ἐπεμί γησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν." Ἐφραῒμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος." Ἐπέμεινε, φησὶ, τῇ κακίᾳ, καὶ μεταβολὴν ἐπὶ τὸ κρεῖττον οὐδεμίαν ἐδέξατο, καθάπερ ὁ ἐγκρυφίας κατὰ θάτερον μέρος προσομιλῶν τῷ πυρὶ, καὶ δια καιόμενος. θʹ. "Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω." Καὶ τῶν κακῶν δὲ, φησὶν, ἐπικει μένων, ἀγνοεῖ τὸν παιδεύοντα. "Καὶ πολιαὶ ἐξήν θησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω." Οὐδὲ τῷ πολλῷ, φησὶ, χρόνῳ ἐδιδάχθη τὸ δέον. ιʹ. Καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ." Ὄψεται, φησὶ, σαφῶς, καὶ μα θήσεται, οἵους ἡ ἀσέβεια τίκτει καρπούς. "Καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὑ τῶν, καὶ οὐκ ἐζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις. (ιαʹ.) Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο." Ταύτας παρ' ἐμοῦ δεχόμενοι τὰς παι δείας, ἐμὲ μὲν οὐδαμῶς παρεκάλεσαν, στῆναι τῶν ἐπιφερομένων αὐτοῖς κακῶν τὴν φορὰν, ἀλλὰ πρὸς Ἀσσυρίους μὲν ἔτρεχον ὑπὸ Σύρων πολεμούμενοι, πρὸς Αἰγυπτίους δὲ ὑπὸ Ἀσσυρίων πολιορκούμενοι, τῆς περιστερᾶς ἐν ἑαυτοῖς δεικνύντες τὴν ἄνοιαν. Καθάπερ γὰρ ἐκείνη τῶν ἰδίων νεοττῶν ἀφαιρου μένων οὐκ ἀφίπταται, ἀλλὰ τοῖς αὐτοῖς προστρέ χει χωρίοις, οὕτως οὗτοι θαμὰ καὶ συνεχῶς, νῦν μὲν 81.1592 ὑπὸ τούτων, νῦν δὲ ὑπ' ἐκείνων ἀναιρούμενοί τε καὶ ἐξανδραποδιζόμενοι, πρὸς Ἀσσυρίους καὶ Αἰγυπτίους ἔθεον, οὐδεμιᾶς παρ' αὐτῶν ἐπικουρίας τυγχάνον τες. ιβʹ. "Ἐπιβαλῶ ἐπ' αὐτοὺς τὸ δίκτυόν μου, κα θὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, καὶ παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν." Πρῶτον μὲν γὰρ αὐτοὺς τῇ ἀπειλῇ παιδεύσω τῶν ἀλγεινῶν· εἶτα οἷόν τι δίκτυον τῶν πολεμίων τὸ νέ φος αὐτοῖς περιτιθεὶς, ἅπαντας δίκην ὀρνέων θη ρεύσω. Καὶ ταῦτα δὲ εἰρηκὼς οὐκ ἀμνημονεῖ τῆς οἰ κείας φιλανθρωπίας, ἀλλὰ θρῆνόν τινα ὑπὸ πατρικῆς φιλοστοργίας αὐτοῖς προσφέρει. ιγʹ. "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ." Καὶ ἐπειδὴ ἀθλίους ἀπεκάλεσεν, ὡς ἀγνώμονας καὶ ἀσεβεῖς περὶ αὐτὸν γενομένους, ἀναγκαίως καὶ τῶν εὐεργεσιῶν τῶν ἀῤῥήτων ἀναμιμνήσκει. "Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς." Τῆς γὰρ Αἰγυπτιακῆς αὐτοὺς ἠλευθέρωσα δουλείας. "Καὶ αὐτοὶ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ" Τοῦτο καὶ ὁ μακάριος αὐτῶν κατηγορεῖ ∆αβίδ· εἰσά γει γὰρ αὐτοὺς λέγοντας· "Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι, ἢ ἑτοιμάσαι τρά πεζαν τῷ λαῷ αὑτοῦ;" ιδʹ. "Καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐ τῶν." Ταὐτὰ καὶ διὰ Ἡσαΐου βοᾷ, λέγων· "Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ." Εἶτα διελέγχει ἃ τῶν εἰδώλων ἕνεκα διεπράττοντο. "Ἀλλ' ἢ ὠλόλυζον ἐν ταῖς κοί ταις αὑτῶν, ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο." Τὴν γὰρ ἐπηγγελμένην τοῖς πατράσιν αὑτῶν ἀπειληφότες γῆν· (ταύτην γὰρ κοίτην ὠνόμασεν, ὡς μετὰ τοὺς ἐν τῇ ἐρήμῳ πόνους διαναπαύσασαν αὐτούς), τὰς ἐθνικὰς τελετὰς ἐπετέλουν, καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ἐντρυφῶντες, ἐν τοῖς εἰδωλικοῖς ναοῖς τὰς καλου μένας ἐντομίδας