1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

16

τοῖς σφῶν αὐτῶν προσέφερον σώ μασι. Τούτου χάριν, φησὶ, δι' ἐμοῦ παιδευθήσονται, ἐπειδὴ παρ' ἐμοῦ δεξάμενοι δύναμιν· (ταύτην γὰρ βραχίονα καλεῖ), "Εἰς ἐμὲ ἐλογίσαντο πονηρά." ι ϛʹ. "Ἐπεστράφησαν εἰς οὐδέν, ἐγένοντο εἰς τόξον οὐ τεταμένον." Καταλιπόντες γάρ με, ὄνησιν οὐ δεμίαν ἐδρέψαντο· ἀλλὰ τόξῳ κεχαυνωμένῳ καὶ οὐκ ἐντεταμένῳ ἐοίκασιν, ὃ οὐδεμίαν βλάβην ἐπιφέρει τοῖς πολεμίοις. ∆ιὸ, "Καὶ οἱ ἄρχοντες αὐτῶν ἐν ῥομ φαίᾳ πεσοῦνται διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὕτως ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ."

ΚΕΦΑΛ. Ηʹ. αʹ. "Ἐπὶ φάρυγγι αὐτῶν, ὡς γῆ ἄβατος, ὡς σάλπιγξ, ὡς ἀετὸς ἐπ'

οἶκον Κυρίου." Καθάπερ γὰρ οἱ πατέρες αὐτῶν ἀντιλέγοντες διετέλεσαν, καὶ τὴν ἐμὴν ἐκφαυλίζοντες δύναμιν, καὶ τῷ Μωσῇ, καὶ 81.1593 τῷ Ἀαρὼν προφανῶς ἀντέστησαν, τῆς ἐλευθερίας αὐτῶν χάριν ἀποσταλεῖσιν· οὕτω καὶ οὗτοι τὴν ἐκεί νων ἀπαιδευσίαν μιμησάμενοι, ὡς ἄβατος γῆ γενή σονται, καὶ ἐρημίᾳ παντελεῖ παραδοθήσονται, τῆς πολεμικῆς σάλπιγγος ἠχούσης μέγα, καὶ τοῦ βασι λέως τῶν πολεμίων ἀετοῦ δίκην ἐφιπταμένου, καὶ τῷ θείῳ οἴκῳ μετὰ μανίας ὅτι πλείστης ἐπερχομένου. Ὅτι δὲ ἀετὸν τῶν πολεμίων ὠνόμασε τὸν βασιλέα, καὶ ἡ τοῦ Ἰεζεκιὴλ μαρτυρεῖ προφητεία· "Ἀετὸς γὰρ, φησὶν, ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ πολὺς τοῖς ὄνυξιν, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον," καὶ τὰ λοιπά. Ταῦτα δὲ ὑπομενοῦσιν, "Ἀνθ' ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν." Τούτου χάριν φησί· βʹ. "Πρὸς ἐμὲ κεκράξονται· Ὁ Θεὸς, ἐγνώκα μέν σε." Ἐν πείρᾳ γὰρ ἐκείνων γενόμενοι τῶν κα κῶν, τότε τὴν ἐπικουρίαν ζητήσουσι. Τί δήποτε δὲ ταῦτα ὑπομενοῦσιν; γʹ. "Ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά." Καὶ ποῖα ταῦτα δεικνὺς, ἐπήγαγεν· "Ἐχθρὸν κατεδίωξαν. (δʹ·) Ἑαυτοῖς ἐβασίλευσαν, καὶ οὐ δι' ἐμοῦ· ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι." Ἡνίκα γὰρ, φησὶ, τῆς ἐμῆς προνοίας ἀπήλαυον, ἁπάντων ἐκράτουν τῶν δυσμενῶν· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἔπεισε τῆς ἐμῆς προνοίας ἀντέχεσθαι, ἀλλ' ἑαυτοῖς ἐχειροτόνησαν βασιλέα, οὐδαμῶς με περὶ τούτου ἐρόμενοι. Τὴν δὲ κατηγορίαν ταύτην τῶν δέκα ποιεῖται φυλῶν, αἳ τὸν Ἱεροβοὰμ ἑαυτοῖς ἐχει ροτόνησαν βασιλέα, οὐ πυθόμενοι τοῦ Θεοῦ τῶν ὅλων, εἰ χρὴ τοῦτο ποιῆσαι. Ἀλλὰ μηδεὶς τῶν ταῖς Βασι λείαις ἐντετυχηκότων, ἐναντίον τοῦτο τοῖς ἐκεῖ φερο μένοις ἡγείσθω· οὐδὲ γὰρ πρὸς τὸν λαὸν Ἀχείαν τὸν Σιλωνίτην ἀπέστειλεν, ἀλλὰ πρὸς τὸν Ἱεροβοάμ· οὗ χάριν οὐδεμιᾶς εἰσιν ἄξιοι συγγνώμης, ἑαυτοῖς ἐπιτρέψαντες τὴν τοῦ βασιλέως χειροτονίαν. Εἶτα ἐγκαλέσας, ὅτι τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ Θεοῦ τῶν ὅλων εἰληφότες, εἰς τὴν τῶν εἰδώλων κατα σκευὴν ἐδαπάνησαν. παραίνεσιν αὐτοῖς προσφέρει, καὶ συμβουλήν. εʹ. "Ἀπόῤῥιψον τὸν μόσχον σου, Σαμάρεια." Καὶ διὰ μέσου τεθεικὼς τό· "Παρωξύνθη ὁ θυμός μου ἐπ' αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι ἐν τῷ Ἰσραήλ;" ἐπήγαγε· ϛʹ. "Καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια." Κομιδῇ προσφόρως τὴν τῶν εἰδώλων ἀσθένειαν ἐκωμῴδη σεν· ὕλης γὰρ εἰς τὸ εἶναι καὶ τέχνης προσδέονται. Καὶ τὴν μὲν ὕλην ἀπὸ τῆς γῆς λαμβάνοντες, οἷον ξύλον, ἢ λίθον, ἢ χρυσὸν, ἢ ἄργυρον, ἢ κασσίτερον, τὸ δὲ εἶδος ἀπὸ τῆς τέχνης ἐρανιζόμενοι, τὰ χειρό κμητα θεοποιοῦσι τῶν ζώων ἰνδάλματα. Καὶ ἐπι μένει τοῖς ἐλέγχοις. 81.1596 ζʹ. "Ὅτι ἀνεμόφθορα, φησὶν, συνέσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό." Οὐδένα γὰρ, φησὶ, καρπὸν ἐκ τῆς τῶν εἰδώλων δρέπεσθε θεραπείας, ἀλλ' ἔοικε τὰ ἐκείνων δράγματα ἀνεμοφθόροις ἀστάχυσιν, οἳ τὰς μὲν θήκας πλήρεις δεικνύουσιν ἔξωθεν, τὸν δὲ σῖτον ἔνδον οὐκ ἔχουσι. Τοιαύτη δὲ καὶ τῶν εἰδώλων ἡ φύσις· τὸ μὲν γὰρ φαινόμενον εἶδος, ἢ ἀνδρὸς, ἢ γυναικὸς, ἢ λέοντος, ἢ ἄλλου τινὸς τῶν ζώων, ἀπὸ τῆς τέχνης λαμβάνει· πάσης δὲ ἰσχύος καὶ ἐνερ γείας καθέστηκεν ἔρημος. ∆ιὸ καὶ αὐτὰ, φησὶ, μετὰ τῶν προσκυνούντων