1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

17

διαφθαρήσεται· ἡ γὰρ κατα στροφὴ αὐτῶν, φησὶν, ἐκδέξεται αὐτὰ, καὶ ἀλλότριοι καταφάγονται αὐτά. ηʹ, θʹ. "Κατεπόθη Ἰσραήλ· νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. Ὅτι ἀνέβησαν εἰς Ἀσσυρίους." Τὴν γὰρ τῶν Ἀσσυρίων βοήθειαν ἐξαιτή σαντες, αὐτοῖς εἰς δουλείαν παραδοθήσονται, οὐδε μίαν τῷ Θεῷ λειτουργίαν ἀποπληροῦντες, οὔτε τὰς κατὰ νόμον ἑορτάζοντες πανηγύρεις. "Καὶ ἀνέθαλε καθ' ἑαυτόν." ∆ι' ἐμοῦ γὰρ αὐξηθεὶς, καὶ φυτοῦ δίκην ἀναθήλας, τῆς ἐμῆς ἑαυτὸν θεραπείας ἐχώ ρισεν. "Ἐφραῒμ δῶρα ἠγάπησε. (ιʹ.) ∆ιὰ τοῦτο παρα δοθήσονται ἐν τοῖς ἔθνεσι." Κόρον οὐκ ἔλαβε τῶν ἀγαθῶν, ἀλλὰ τοῦ πλείονος διετέλεσεν ἐφιέμενος· τούτου χάριν εἰς δουλείαν παραδοθήσεται. "Νῦν εἰσ δέξομαι αὐτούς." Τουτέστιν, ἐν τῇ τῶν πολεμίων χώρᾳ. "Καὶ κοπάσουσι μικρὸν, τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα." Καὶ ὑφ' ἑτέρου μᾶλλον, ἢ ὑπ' ἐμοῦ βασιλεύεσθαι βουληθέντες, ὑπὸ τὴν τῶν Ἀσσυρίων δεσποτείαν γενήσονται, οὐκέτι λοιπὸν ἑαυτοῖς χει ροτονεῖν βασιλέα δυνάμενοι. ιαʹ. "Ὅτι ἐπλήθυνεν Ἐφραῒμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένετο αὐτῷ θυσιαστήρια τὰ ἠγαπη μένα." ∆ικαίως, φησὶ, καταπαύσω τὴν παράνομον αὐτοῦ βασιλείαν· ἐπειδὴ διὰ ταύτης εἰς τὸ τῶν εἰδω λικῶν θυσιαστηρίων ἐξώκειλε πλῆθος, καὶ τὴν ἀσέ βειαν ἐκεῖθεν ἐδρέψατο, θερμῶς περὶ τὰ παράνομα διατεθεὶς θυσιαστήρια. ιβʹ. "Καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμα αὐτοῦ." Τούτων γὰρ τῶν θυσιαστηρίων τὸ πλῆθος, καὶ τῶν ἐφευρεθέντων ἐπὶ τούτοις νόμων, καθ' οὓς τὰς εἰδωλικὰς τελετὰς ἐπετέλουν, ἀνάγραπτον ποιήσω τὴν μνήμην, εἰς ἔλεγχον τῆς πολλῆς αὐτῶν ἀσεβείας. "Εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια ἠγαπη μένα." Καὶ τούτων μὲν, φησὶ, τῶν παρανόμων θυσιαστηρίων πολλὴν ἐποιήσαντο φροντίδα· τὰ δὲ θεῖα, ἃ πάσης ἀξιοῦν θεραπείας ἐχρῆν, καὶ τριπό θητα ἔχειν, καὶ λίαν ἐπέραστα, ὡς ἄλλοις τισὶ προσ ήκοντα κατέλιπον ἀτημέλητα. Ἀλλ' οὐχ ὡς δεόμενος τῶν παρ' αὐτῶν θυσιῶν τήνδε τὴν κατηγορίαν πε ποίημαι. 81.1597 ιγʹ. "Ἐὰν γὰρ θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά." Τὸ δὲ φάγωσι κρέα, οὐχ ἁπλῶς πρόσκειται· εἰώθεισαν γὰρ τῶν μὴ ὡλο καυτομένων θυμάτων τοὺς μὲν νεφροὺς, καὶ τὸν λο βὸν τοῦ ἥπατος, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τῷ θυσια στηρίῳ προσφέρειν· τὸ δὲ στηθήνιον καὶ τὸν βρα χίονα τὸν δεξιὸν τοῖς ἱερεῦσιν ἀπονέμειν· τὰ δὲ λοιπὰ τοῦ θύματος αὐτοὶ κατανήλισκον, ὡς ἠβούλοντο. Τούτου χάριν τέθεικεν· "Ἐὰν θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά." Οὔτε γὰρ τούτων δεῖται Θεὸς, ἀλλὰ ψυχῆς διάθεσιν ἀπαιτεῖ· "Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως." - "Νῦν μνησθήσεται τῶν ἀδικιῶν αὐτῶν, καὶ ἐκδική σει τὰς ἁμαρτίας αὐτῶν." Τούτοις ἔοικε τοῦ Ἀπο στόλου τὰ ῥήματα· "Ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δι καιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." -"Καὶ αὐτοὶ εἰς Αἴγυπτον ἀπέ στρεψαν." Καὶ συμμαχίαν γὰρ ἐκεῖθεν ἐζήτησαν, καὶ τῶν συμφορῶν καταλαβουσῶν ἀπέδρασαν ἐκεῖσε. "Καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται." Ἀλλὰ καὶ ἄκοντες εἰς τὴν Ἀσσυρίων ἀπαχθήσονται χώραν, καὶ δίαιταν οὐκ ἔννομον διαιτήσονται. ιδʹ. "Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν, καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν." Καὶ μαθήσεται, φησὶν, ὁ μὲν Ἰούδας, τῶν πόλεων πυρπολουμένων, μὴ τείχεσι θαῤῥεῖν, ἀλλ' ἐμοί· ὁ δὲ Ἰσραὴλ, μὴ τεμένη δαίμοσιν ἀνοικοδομεῖν, ἀλλὰ τὴν κατὰ νόμον λατρείαν ἀποπληροῦν.

ΚΕΦΑΛ. Θʹ. αʹ. "Μὴ χαῖρε, Ἰσραὴλ, μηδὲ εὐφραίνου, καθὼς οἱ λαοὶ, ὅτι

ἐπόρνευσας ἀπὸ Κυρίου Θεοῦ σου." Καὶ οὐχ ἁρμόττει σοὶ, φησὶ, χαίρειν τοῖς ἄλλοις ἔθνεσι παραπλησίως· οἱ μὲν γὰρ διὰ προφητῶν οὐδεμίαν διδασκαλίαν ἐδέξαντο· σὺ