1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

19

ἐδέξαντο· ἀλλὰ τούτων, φησὶν, ὅτι τάχιστα δώσουσι δίκας. Εἶτα τῆς τῶν πατέρων ἀρετῆς ἀναμιμνήσκει, εἰς ζῆλον αὐτοὺς διεγείρων. ιʹ. "Ὡς σταφυλὴν ἐν ἐρήμῳ ηὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Αὐτοὶ δὲ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι, ὡς οἱ ἐβδελυγμένοι." Ὥσπερ γὰρ εἴ τις ἐν ἐρήμῳ γῇ καὶ φυτῶν πάμπαν ἐστερημένῃ, σταφυλὴν εὕροι καὶ σῦκον πρώϊμον ἐν συκῇ, μετὰ πολλῆς αὐτὸ δρέπεται τῆς ἡδονῆς· οὕτως ἐγὼ, τῶν πάλαι ἀνθρώπων δυσσεβείᾳ συζώντων, τὴν τοῦ Ἀβραὰμ θεασάμενος ἀρετὴν, ἐδρεψάμην αὐτὸν, καὶ τὰς πρὸς αὐτὸν ἐποιησάμην συνθήκας· οὕτω δὲ καὶ τὸν ἐκείνου υἱὸν, καὶ τὸν ἐξ ἐκείνου. Ἀλλ' οἱ ἐξ ἐκείνων οὕτω φύντες, ἥκιστα τὴν ἐκείνων ἐζήλωσαν ἀρετήν· ἔναυλον γὰρ ἔχοντες τῶν εὐεργεσιῶν μου τὴν μνήμην, τὴν ἐλευθερίαν, τὴν τῆς δουλείας ἀπαλλαγὴν, τὰς παντοδαπὰς τῶν Αἰγυπτίων μάστι γας, τὴν ξένην διὰ θαλάττης πορείαν, καὶ τὰ ἄλλα ὅσων ἀπήλαυσαν, τοῦ Βεελφεγὼρ τὴν λατρείαν τῆς ἐμῆς προτετάχασι θεραπείας, αἰσχύνην μόνην ἐν τεῦθεν δρεψάμενοι· οὗ χάριν οἱ πάλαι ἠγαπημένοι ἐβδελυγμένοι γεγένηνται. ιαʹ. "Ἐφραῒμ ὡς ὄρνεον ἐξεπετάσθη." Οὕτω τα χέως εἰς τὴν ἀλλοτρίαν μετατεθήσονται γῆν· οὐ γὰρ τῆς ἀρετῆς ἀγαπῶσι τὸ κλέος, ἀλλὰ τὴν πολυ γονίαν μεγίστην ὑπολαμβάνουσι δόξαν. "Αἱ δόξαι γὰρ αὐτῶν, φησὶν, ἐκ τοκετῶν, καὶ ἐξ ὠδίνων, καὶ συλλήψεων. (ιβʹ.) ∆ιότι καὶ ἐὰν ἐκ θρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώ πων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστι, διότι ἀφῆκα αὐ τούς." Μάτην, φησὶν, ἐπὶ ταῖς πολυγονίαις ἐπαίρε σθε· ἐπιὼν γὰρ ὁ πολέμιος ἐρήμους ὑμᾶς καταστήσει τῶν παίδων, ἐπειδὴ ἔρημοι τῆς ἐμῆς προνοίας ἐγέ 81.1604 νεσθε. Τούτοις ἐπάγει· "Σάρξ μου ἐξ αὐτῶν Ἐφραῒμ." Ἀλλ' ὅμως οὐ παντελῆ, φησὶ, πανωλεθρίαν ὑπομενεῖτε, ἕως ἂν τὴν ἐξ ὑμῶν ἀναλάβω σάρκα. Τοῦτο δὲ σαφέστερον ἡμᾶς διδάσκει Παῦλος ὁ θεσπέσιος, λέγων· "Οὐ γὰρ ἀγγέλων ἐπιλαμ βάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται." Καὶ πάλιν· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός." Καὶ ἀλλα χοῦ· "Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντα Θεός." Καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ἐπειδὴ τοίνυν φησὶν, ἡ σάρξ μου, ἣν ἀναλήψομαι, ἐξ αὐτῶν ἐστιν, οὐ παντελῶς αὐτοὺς καταλείψω, ἕως ἂν ταύτην ἀναλάβω, καὶ τοὺς τῇ κλήσει πειθομένους ἐκλέξομαι. Τοῦτο καὶ διὰ Ἡσαΐου βοᾷ τοῦ προφήτου· "Ὃν τρόπον ἐὰν εὑρεθῇ ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. ∆ιὰ τοῦτο οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου." Καὶ μετ' ὀλίγα· "Ὑμᾶς δὲ τοὺς ἐγ καταλιπόντας Κύριον παραδώσω εἰς μάχαιραν." Οὕτω τὴν τῶν παίδων ἀναίρεσιν προειπὼν, ὑποδεί κνυσι τῆς τιμωρίας τὸ δίκαιον· αὐτὸς γάρ φησιν· ιγʹ· "Ὁ Ἐφραῒμ εἰς θήραν τὰ τέκνα αὑτοῦ παρέστησε, καὶ ἐξήγαγεν εἰς ἀποκέντησιν." Τοῖς εἰδώ λοις αὐτὰ προσφέρων διατελεῖ· διὰ τοῦτο τοὺς μὲν ἤδη γενομένους τῇ σφαγῇ παραδώσω· ἀγόνους δὲ τοὺς ἄνδρας, καὶ στερίφας ἀποφανῶ τὰς γυναῖκας. Τοῦτο γὰρ ἐσήμανεν, εἰρηκώς· ιδʹ. "∆ὸς αὐτοῖς, Κύριε· τί δώσεις αὐτοῖς, Μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς." Ἐπειδὴ γὰρ κακῶς τοῖς δοθεῖσι κέχρηνται, τὴν παρανομίαν παύσω τῇ ἀγονίᾳ. Εἶτα πάλιν τῶν Γαλγάλων μνημο νεύσας, καὶ τῆς ἐκεῖ τελουμένης ἀσεβείας, καὶ τῆς τῶν ἀρχόντων αὐτῶν παρανομίας, ἐπήγαγεν· ι ϛʹ, ιζʹ. "Ἐπόνεσεν Ἐφραῒμ, τὰς ῥίζας αὑτοῦ ἐξηράνθη· καρπὸν οὐκέτι οὐ μὴ ἐνέγκῃ· διότι ἐὰν καὶ γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοι λίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ εἰσ ήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι." Ῥίζαν ἐκάλεσε τὴν βασιλείαν, ἣν πρόῤῥιζον ὁ Σαλ μανάσαρ ἀνέσπασεν, ἀνάστατον πεποιηκὼς τὴν Σα μάρειαν. Μετὰ δὲ τὴν ταύτης