1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

20

πολιορκίαν, οὐκέτι ἔσχον αἱ δέκα φυλαὶ βασιλέα· τὸ δὲ, "Ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι," σαφῶς αὐτῶν δηλοῖ τὴν διασποράν.

ΚΕΦΑΛ. Ιʹ. αʹ. "Ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, ὁ καρπὸς αὐτῆς εὐθηνῶν."

Παρὰ πολλῶν προφητῶν ταύτην τὴν προσηγορίαν ἐδέξατο. Καὶ γὰρ Ἡσαΐας βοᾷ· 81.1605 "Ὁ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι." Καὶ ὁ ∆αβὶδ πρὸ ἐκείνου· Ἄμπελον ἐξ Αἰγύ πτου μετῆρας." Καὶ ὁ Θεὸς διὰ Ἱερεμίου· "Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθι νήν." Καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις· "Ἄν θρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐ τὸν γεωργοῖς, καὶ ἀπεδήμησε." Καλεῖ τοίνυν καὶ ἐνταῦθα εὐκληματοῦσαν ἄμπελον τὸν Ἰσραὴλ, καὶ τὸν καρπὸν αὐτῆς εὐθηνοῦντα, οὐ διὰ τὴν εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν, τοῦ δὲ πλήθους χάριν τῶν ἀπογόνων. Καὶ τοῦτο δῆλον πεποίηκεν, εἰρηκώς· "Κατὰ τὸ πλῆθος τῶν καρπῶν αὑτοῦ ἐπλήθυνε τὰ θυσιαστήρια." Αὐξηθέντες, φησὶ, καὶ πολλοὶ γεγο νότες, πανταχοῦ θυσιαστήρια τοῖς εἰδώλοις ἐδείμαντο. "Κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὑτοῦ ᾠκοδόμησε στήλας." Τοῖς ἐμοῖς, φησὶν, ὑπερμαχήσαντες ἀγαθοῖς στή λας τοῖς εἰδώλοις ἀνέστησαν. βʹ. "Ἐμέρισαν καρδίας αὑτῶν." Οὔτε γὰρ περὶ ἐκεῖνα τὴν εὔνοιαν διεφύλαξαν, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σέβοντες τὸ εἴδωλον διετέλεσαν. Ἀλλ' ἐγὼ καὶ αὐτοὺς σφαγῇ καὶ δουλείᾳ παραδώσω, καὶ ταῦτα φροῦδα ποιήσω. Εἶτα διδάσκει αὐτοὺς ὁποίοις προσήκει μεταμελουμένους χρήσασθαι λόγοις. γʹ, δʹ. "Νῦν ἐροῦσιν· Οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον· ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν; Λαλῶν ῥήματα, προφάσεις ψευδεῖς, διαθήσεται διαθήκην." Οὐδεμιᾶς γὰρ, φησὶν, ἀπὸ τοῦ βασι λέως τετυχήκαμεν ἐπικουρίας· καὶ δέον ἡμᾶς τῷ Θεῷ θαῤῥεῖν, τῷ παντοδαπῆς ἡμᾶς ἀξιοῦντι προνοίας, ἀνθρώπῳ τεθαῤῥήκαμεν οὐδὲν ἀληθὲς φθεγγομένῳ, προφάσεις δὲ ἀεὶ πλαττομένῳ, καὶ νῦν μὲν πρὸς τούτους, νῦν δὲ πρὸς ἐκείνους ποιουμένῳ συν θήκας. Ἀλλὰ ταύτης, φησὶ, τῆς παρανομίας εἰσ πραχθήσεσθε δίκας. "Ἀνατελεῖ γάρ μου τὸ κρῖμα, ὡς ἄγρωστις ἐπὶ χέρσον ἀγροῦ." Καθάπερ γὰρ ἄγρωστις ἀδεῶς ἐν τῇ μὴ γεωργουμένῃ φύεται γῇ, οὐ σκαπάνης ἐνοχλούσης, οὐκ ἀρότρου διατέμνοντος· οὕτω ῥᾳδίως ὑμῖν ἡ παρ' ἐμοῦ ἐπαχθήσεται τιμω ρία. εʹ. "Τῷ μόσχῳ τοῦ οἴκου Ὢν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν." Προσεδρεύσουσι, φησὶ, τῷ εἰδώλῳ, τὴν παρ' αὐτοῦ ζητοῦντες βοήθειαν. "Ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ' αὐτὸν, καὶ καθὼς παρ επίκραναν αὐτὸν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ' αὐτοῦ." Οὐ μόνον γὰρ, φησὶν, οὐδεμιᾶς ἐκεῖθεν ἐπικουρίας ἀπήλαυσαν, ἀλλὰ καὶ θρηνοῦσιν αὐτὸν καὶ ὀλοφύρονται, καὶ ἀτιμίᾳ περι βεβλημένον θεώμενοι. Ὅθεν αὐτὸν ϛʹ. "Καὶ δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρεὶβ ἐν δόματι." Θεασάμενοι γὰρ αὐτοῦ τὴν ἀσθένειαν, χωνεύσαντες αὐτὸν, δῶρα προσήνεγκαν τῷ βασιλεῖ τῶν Αἰγυπτίων, ἐπίκουρον αὐτοῖς γενέ 81.1608 σθαι παρακαλοῦντες· ἀλλ' οὐδ' ἐντεῦθεν ἀπολαύσουσί τινος βοηθείας. "Ἐφραῒμ γὰρ, φησὶ, δέξεται αἰσχύ νην, αἰσχυνθήσεται ἐν τῇ βουλῇ αὑτοῦ." Ἀνοίας γὰρ αὐτοῦ μεστὰ τὰ βουλεύματα· καὶ δέον τῷ Θεῷ προσ ελθεῖν, τὴν παρὰ τῶν εἰδώλων καὶ ἀνθρώπων συμ μαχίαν αἰτεῖ. Εἶτα διδάσκει, ὅπως τῆς Σαμαρείας ὁ βασιλεὺς, φρυγάνου δίκην ὑπὸ βιαίου ὕδατος φερομέ νου, φροῦδος γενήσεται· ὅπως τε οἱ βωμοὶ τῶν εἰδώ λων, οἱ τῆς τοῦ Ἰσραὴλ πρόξενοι δυσσεβείας, ἐκ βάθρων ἀνασπασθήσονται, ὡς ἀκανθῶν πλήρεις γεν έσθαι τῶν θυσιαστηρίων τοὺς τόπους. Ἔπειτα τὸ μέγεθος τῶν συμφορῶν παραδηλῶσαι θελήσας, ἐπή γαγε· "Καὶ ἐροῦσι τοῖς ὄρεσι· Πέσετε ἐφ' ἡμᾶς· καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς." Τοιαύτη γὰρ, φησὶν, ἔσται φορὰ τῶν κακῶν ἐν τῇ τῶν πολεμίων προσβολῇ, ὡς ἑλέσθαι ἂν ἕκαστον ὑποβρύχιον γενέ σθαι τῆς γῆς διϊσταμένης, ἢ τῶν ὀρέων ἐξαπιναίως ἐπιπιπτόντων, ἢ τὰ ὑπ' ἐκείνων γιγνόμενα προσμέ νειν κακά. Ταῦτα δὲ πείσονται, τῆς περὶ τὰ εἴδωλα μανίας ἀπαιτούμενοι δίκας. Ἐξ οὗ γὰρ τοῖς βουνοῖς, καὶ τοῖς ἐν αὐτοῖς βωμοῖς