1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

21

ἐνδιατρίβειν ἠγάπησαν, ἐξ ἐκείνου τῆς ἐμῆς θεραπείας ἀπέστησαν· ἀλλ' οὐκ ἔτι τούτοις προσεδρεύσουσι. ιʹ. "Πόλεμος γὰρ ἐπὶ τέκνα ἀδικίας ἦλθε, παιδεῦσαι αὐτοὺς κατὰ τὴν ἐπιθυμίαν μου· καὶ συναχθήσονται ἐπ' αὐτοὺς λαοὶ, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὑτῶν. "∆ύο δὲ ἀδι κίας ταύτας καλεῖ, μίαν μὲν τὸ καταλιπεῖν τὸν Θεὸν, ἑτέραν δὲ τὸ τὰ μὴ ὄντα προτιμῆσαι τοῦ ὄντος. Τοῦτο γὰρ καὶ διὰ Ἱερεμίου δῆλον ποιεῖ· "∆ύο γὰρ, φησὶ, πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκα τέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ἐπορεύθησαν, καὶ ἐποίησαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν." ιαʹ. "Ἐφραῒμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖ κος." ∆αμάλει ἔοικε δέξασθαι ζυγὸν οὐκ ἀνεχομένῃ, ἀλλὰ πρὸς τοῦτον ζυγομαχούσῃ. "Ἐγὼ δὲ ἐπελεύ σομαι ἐπὶ τὸ κάλλος τοῦ τραχήλου αὐτῆς." Ἀλλ' ὅμως τὸν γαῦρον αὐτῆς τράχηλον καταδαμάσω. "Καὶ ἐπιβιβῶ τῷ Ἐφραΐμ." Ἐποχήσομαι γὰρ αὐτῷ, καὶ διδάξω φέρειν εὐτάκτως. Τέως δὲ "Παρασιωπήσο μαι Ἰούδαν." Ἀσσυρίοις γὰρ αὐτὸν οὐ προήσομαι, ἀλλὰ τοῦ Σενναχηρεὶμ δαπανήσω τὴν δύναμιν, ἐπειδὴ ἐνισχύει αὐτῷ Ἰακώβ (τοῦ γὰρ Ἰακὼβ τέως Ἰούδας τὴν ἀρετὴν ἐπιδείκνυται). διὸ καὶ τῆς ἐμῆς ἀπολαύει προνοίας. Αἰνίττεται δὲ διὰ τούτων τοῦ Ἐζεκίου τὴν ἀρετὴν, δι' ἣν ἅπας ὁ λαὸς τῆς θείας ἐπικουρίας ἀπήλαυσεν. Ἐντεῦθεν πάλιν εἰς παραί νεσιν τρέπει τὸν λόγον. Ἐπειδὴ γὰρ, φησὶ, τὴν πατρῴαν ἐπιδεικνύμενος ὁ Ἰούδας ἀρετὴν, περιγί νεται τῶν πολεμίων, ιβʹ. "Σπείρατε καὶ ὑμεῖς ἑαυτοῖς εἰς δικαιοσύνην, 81.1609 καὶ θερίσατε καρπὸν ζωῆς." Ὑμῖν γὰρ αὐτοῖς, ἀλλ' οὐ τῷ Θεῷ τὰ σπειρόμενα σπείρεται, καὶ τὰ θεριζόμενα γίνεται. "Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως." Προσήκει γὰρ πρότερον τῆς ἄλλης ἀρε τῆς ἐπιμεληθῆναι, εἶθ' οὕτως τῆς τῶν θείων κατα τολμῆσαι γνώσεως. "Ὡς ἔτι καιρὸς, ἐκζητήσατε τὸν Κύριον, ἕως τοῦ ἐλθεῖν ὑμῖν γεννήματα δικαιο σύνης." Τοιοῦτόν ἐστι τὸ παρὰ τῷ ∆αβὶδ εἰρημέ νον· "Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο λογήσει." Ἐν τῷ τῆς μακροθυμίας αὐτοῦ καιρῷ τὴν ἐπὶ τὸ κρεῖττον ἐπιδειξώμεθα μεταβολὴν, ἵνα τῆς δικαιοσύνης δρεψώμεθα καρπούς. ιγʹ. "Ἱνατί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὸν καρπὸν αὐτῆς ἐτρυγήσατε;" Ἔδει, φησὶν, ὑμᾶς ἠσεβηκότας τοῖς τῆς μετανοίας φαρμάκοις θεραπεῦ σαι τὰ τραύματα, καὶ μὴ παρασιωπῆσαι, ἀλλ' ἐξ ομολογήσασθαι τὰ εἰργασμένα κακά. "Ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἅρμασί σου, ἐν πλήθει δυνάμεώς σου." Βρῶσιν ψευδῆ τὴν ματαίαν ἐλπίδα προσαγορεύει. Τῷ γὰρ πλήθει καὶ τοῖς ἅρμασι θαῤῥήσας, οὐδεμίαν ἐκ τούτων ὠφέλειαν ἐδέξω. ιδʹ. "Ἐξαναστήσεται γὰρ ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ τετειχισμένα σου ἀφανισθήσεται·" οὔτε τοῦ πλήθους ὄνησίν σοί τινα φέροντος, οὔτε τῶν τειχῶν παρεχόντων τὴν ἀσφάλειαν. "Καθὼς ἠφανίσθη ὁ ἄρχων Σαλμανὰ ἐν τῷ οἴκῳ Ἀρβεὴλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. (ιεʹ.) Οὕτω ποιήσω ὑμῖν, οἶκος τοῦ Ἰσραὴλ, ἀπὸ προσώπου τῆς κακίας ὑμῶν." Τινές φασι περί τινος ἄρχοντος κατ' ἐκεῖνον τὸν καιρὸν ταῦτα καὶ δεδρακότος καὶ πεπονθότος εἰρῆσθαι τὰ εἰρημένα· ἐγὼ δὲ ἡγοῦμαι περὶ τοῦ Μαδιὰμ ἄρχον τος ταῦτα λελέχθαι, ὃν χειρωσάμενος ἀνεῖλεν ὁ Γε δεών· καὶ γὰρ ἐκείνου ὠμότητα ἡ θεία κατηγορεῖ Γραφή. Μέμνηται δὲ αὐτοῦ καὶ ὁ μακάριος ∆αβὶδ, λέγων· "Θοῦ τοὺς ἄρχοντας αὐτῶν, ὡς τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανά." Λέγει τοίνυν, ὅτι Καθάπερ ὁ Σαλμανὰ παντελῆ ὑπέμεινεν ὄλεθρον, ἐπειδὴ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδά φισεν· οὕτω καὶ ποιήσω ὑμῖν, οἶκος Ἰσραὴλ, ἀπὸ προσώπου τῆς κακίας ὑμῶν.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. "Ὄρθρου ἀπεῤῥίφησαν." Ὅτε προσεδόκησαν τὴν τῶν

Αἰγυπτίων βοήθειαν ὡς ὄρθρον αὐτοῖς ἐν σκότει διάγουσι φανησομένην, τηνικαῦτα ἀπήχθη σαν δορυάλωτοι. "Ὡς ὄρθρος ἀπεῤῥίφη βασιλεὺς Ἰσραήλ." Τὸ σύντομον τῆς πανωλεθρίας διὰ τούτων ᾐνίξατο· βραχὺν γὰρ καὶ ὁ ὄρθρος κατέχει καιρὸν, εἶτα