29
Ἀπόστολον, κἀν τῷ σώματι, κἀν τῷ πνεύματι· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ μονογενεῖ αὐ τοῦ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1634
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ
ΥΠΟΘΕΣΙΣ. Ἰωὴλ ὁ θεῖος προφήτης τὸν μὲν χρόνον, καθ' ὃν ἐποιήσατο τὰς προῤῥήσεις,
σαφῶς ἡμᾶς οὐκ ἐδίδαξε· δι' αὐτῶν μέντοι δεδήλωκε τῶν προῤῥήσεων, ὡς κατ' ἐκεῖνον τὸν χρόνον γεγένηται, καθ' ὃν ὁ θαυμά σιος Ὡσηὲ τὴν τῶν ἐσομένων προθεωρίαν ἐδέξατο· ταὐτὰ γὰρ καὶ αὐτὸς προλέγει, Ἀσσυρίων καὶ Βαβυ λωνίων ἔφοδον, καὶ ἀνδραποδισμὸν καὶ δουλείαν τοῦ Ἰσραὴλ, καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον. Προλέγει δὲ καὶ τὰ μετὰ τὴν ἐπάνοδον συμβεβηκότα, τοῦ Γὼγ (Σκυθικὸν δὲ τοῦτο ἔθνος), τὴν κατὰ τῆς Ἱε ρουσαλὴμ ὁρμὴν πανστρατιᾷ γενομένην, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς θεόθεν πανωλεθρίαν. Προστέ θεικε δὲ καὶ τὰς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆ ρος ἡμῶν ὑπὸ παναγίου Πνεύματος χορηγηθείσας δωρεὰς τοῖς ἀνθρώποις. Τοιγαροῦν ἐκ τῶν κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων προαγορεύσεων τὸν τῆς προφητείας ἐγνώκαμεν χρόνον. Ἡ μὲν οὖν ὑπόθεσις ἐν κεφαλαίῳ αὕτη· λοιπὸν δὲ τῆς κατὰ μέρος (σὺν Θεῷ δὲ εἰρῆσθαι) ἑρμηνείας ἁψώμεθα.
ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. "Λόγος Κυρίου, ὃς ἐγένετο πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ."
∆ιὰ τὸ πολλοὺς, ὡς εἰκὸς, καὶ αὐ τὴν ἔχειν προσηγορίαν, καὶ τὸ τοῦ πατρὸς προστέ θεικεν ὄνομα. ∆ιδάσκει δὲ, ὡς οὐ λογισμῶν ἀνθρωπί νων εἰσὶν ὠδῖνες οἱ παρ' αὐτοῦ γινόμενοι λόγοι· ὑπὸ δὲ τοῦ Κυρίου τῶν ὅλων ἐμπνευσθεὶς, καὶ προορᾷ τὰ ἐσόμενα, καὶ προλέγει. βʹ. "Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτί σασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;" Ὑμεῖς, φησὶν, οἱ πολὺν βε βιωκότες χρόνον, οἱ πλείονα πεῖραν, ὡς εἰκὸς, πραγ μάτων δεξάμενοι, πατέρων τε καὶ προγόνων δι ηγουμένων πολλάκις ἀκηκοότες, τῶν τῆς προφητείας 81.1636 κατακούοντες λόγων, σκοπήσατε παρ' ὑμῖν αὐτοῖς, εἴ τι τοιοῦτο γεγένηται πρότερον, ἢ ἐφ' ὑμῶν, ἢ ἐπὶ τῶν ὑμετέρων πατέρων· καὶ ἅπαντες δὲ οἱ τῆς ἐπαγγελίας τὴν γῆν οἰκοῦντες, ἀκριβῶς τοῖς λεχθησομένοις προσέχετε. Εἶτα ἐπάγει, ὅτι Τούτων πεῖραν λαμβάνοντες, μὴ παράδοτε λήθῃ τὴν μνήμην, ἀλλὰ τοῖς ἀγνοοῦσιν τῶν παίδων τὰ περὶ τούτων προσ φέρετε διηγήματα· κἀκείνοις δὲ ἐντείλασθε εἰς τοὺς ἑαυτῶν ταῦτα διαπορθμεῦσαι παῖδας, καὶ ἡ μετ' ἐκεί νους γενεὰ δεχέσθω παρὰ τῆς πρὸ αὐτῆς τὴν περὶ τούτων διήγησιν. Τοιαῦτα καὶ ὁ μακάριος λέγει ∆α βίδ· "Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν." Καὶ τὴν αἰτίαν διδάσκων, "Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν, φησὶ, τὴν ἐλπίδα αὑτῶν." Μία τοίνυν ἡ τοῦ θείου Πνεύματος χάρις, ἡ τοῖς ἁγίοις προφήταις ἐμπνεύσασα, ἐκ τῶν εἰρημένων δείκνυται. Οὕτως εἰς ἀκρόασιν τῶν ῥηθησομένων τούς τε πρεσβυτέρους, καὶ τοὺς ἄλλους ἅπαντας διεγείρας, διηγεῖται λοιπὸν πᾶν τὸ πλῆθος τῶν συμφορῶν, καὶ λέγει, πρώτην μὲν κάμπην ἐπελεύσεσθαι, τὰ δὲ ὑπὸ ταύτης μὴ διαφθαρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι· ὅσα δὲ ταύτην διαφεύξεται, δαπανήσειν τὸν βροῦχον· ἐσχά την δὲ τὴν ἐρυσίβην ἐπενεχθεῖσαν, μηδὲν παντελῶς καταλείψειν ἀλώβητον. Τινὲς μὲν οὖν ταῦτα τροπι κῶς εἴς τε τὸν Ἀσσύριον καὶ Βαβυλώνιον ἐξειλή φασι· κάμπην μὲν τὸν Θεγλαφαλασὰρ ὀνομάσαντες· ἀκρίδα δὲ τὸν Σαλμανασάρ· τὸν δὲ Σενναχηρεὶμ