1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

32

ΚΕΦΑΛ. Βʹ. Ἀλλὰ καὶ τοῦ προφήτου προσενηνοχότος τὴν δέη σιν, πάλιν ὁ ∆εσπότης παρακελεύεται τὰς κατὰ νό μον προστεταγμένας ἠχῆσαι σάλπιγγας ἐν τῇ Σιὼν, καὶ διὰ κηρύκων συναγαγεῖν ἅπαντας εἰς τὸ ἀφιερω μένον τῷ Θεῷ ὄρος· "Ὅτι πελάζει, φησὶν, ὁ τῆς τιμωρίας καιρός." Ὃν οὐκ ἄν τις ἁμάρτοι, γνό φου, καὶ σκότους, ὁμίχλης τε καὶ θυέλλης ἡμέραν προσαγορεύων· τοιαῦτα γὰρ τὰ ἐν αὐτῷ κακὰ, ὡς μηδένα αἴσθησιν λαμβάνειν φωτὸς, ἀλλ' ἐν σκότῳ καὶ γνόφῳ διάγειν ὑπολαμβάνειν. Εἶτα λέγει καὶ τῆς τιμωρίας τὸ εἶδος. "Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτοῦ οὐ γέγο νεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετ' αὐτὸν οὐ προστεθήσε ται, ἕως ἐτῶν εἰς γενεὰς τῶν γενεῶν." Αἰνίττεται δὲ διὰ τούτων ἀμφότερα, καὶ τὴν ἀκρίδα, καὶ τῶν πολεμίων τὸ νέφος. Καὶ αὐτὴ γὰρ κἀκεῖνοι τῷ πλή θει καὶ τὰ πεδία, καὶ τὰς τῶν ὀρῶν ἐκάλυψαν κορυ φάς. Τὸ μὲν οὖν μὴ γεγενῆσθαι κατ' ἐκείνην τὴν ἔφοδον ἑτέραν, ἀορίστως ἀπεφήνατο· τὸ δὲ μὴ ἕπεσθαι, μετὰ διορισμοῦ τινος· "Οὐ προστεθήσεται γὰρ, φησὶν, ἕως ἐτῶν." ∆ιδάσκει δὲ ὡς πυρὶ παρα πλησίως ἐπελεύσεται, καὶ πάντα διαφθερεῖ. Τοσαύ την δὲ, φησὶν, ἐπάξει λώβην τῇ γῇ, ὡς τὸν θεώμε νον ἀπεικάζειν τὰ μὲν μηδέπω πεῖραν τῶν κακῶν εἰληφότα τῷ τῆς τρυφῆς παραδείσῳ· τὰ δὲ μετὰ τὴν ἔφοδον, δεδῃωμένῳ πεδίῳ, καὶ παντελῶς δι εφθαρμένῳ. Τοιαύτῃ γὰρ πανωλεθρίᾳ παραδοθή 81.1644 σονται, ὡς μηδὲ τοὺς διαφυγόντας σωτηρίας τινὸς τυχεῖν. "Ἀνασωζόμενος γὰρ, φησὶν, οὐκ ἔσται ἀπ' αὐτῶν." Ἠνίξατο δὲ διὰ τούτων, τῶν πολεμίων τὴν προσβολήν. δʹ, εʹ. "Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς, οὕτως καταδιώξονται. Ὡς φωνὴ ἁρμάτων· ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον." Ταῦτα ἐπὶ μὲν τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων νοοῦντες, τὸ ὡς, οὐ παραβολικῶς, ἀλλ' ἐπιτατικῶς νοήσωμεν, ὡς τῶν παρὰ τῷ μακαρίῳ ∆αβὶδ εἰρη μένων· "Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ!" ἀντὶ τοῦ, σφόδρα ἀγαθός. Καὶ τό· "Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!" ἀντὶ τοῦ, λίαν ἀγαπητά. Καὶ τό· "Ὡς ἐμεγαλύνθης σφόδρα!" ἀντὶ τοῦ, Πάνυ ἐμεγαλύνθης. Οὕτως οὖν καὶ ἐνταῦθα περὶ τῶν πολεμίων τὰ εἰρημένα λαμβάνοντες νοή σομεν τὸ, ὅρασις ἵππων, ὅτι ἵπποις πολλοῖς καὶ ἱππεῦσι χρήσονται, καὶ μετὰ πολλῶν δὲ ἥξουσιν ἁρ μάτων, τοσαύτῃ τέχνῃ κεχρημένων τῶν ἡνιόχων, ὡς καὶ εἰς αὐτὰς ἰθύνειν τὰς ἀκρωρείας, καὶ ταῖς δυσχωρίαις ὡς πεδίοις κεχρῆσθαι. Εἰς δὲ τὴν ἀκρίδα τὰ εἰρημένα λαμβάνοντες τὸ, "Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν," νοήσομεν τῇ πείρᾳ πρὸς τούτῳ χρώμενοι διδασκάλῳ. Εἰ γάρ τις ἀκριβῶς κατίδοι τὴν κεφαλὴν τῆς ἀκρίδος, σφόδρα τῇ τοῦ ἵππου ἐοικυῖαν εὑρήσει. Ἔστι δὲ ἰδεῖν καὶ πετομένην αὐ τὴν, κατ' οὐδὲν τῆς τῶν ἵππων ταχύτητος ἐλαττου μένην, ὄρεσί τε καὶ πεδίοις ῥᾳδίως ἐφιπταμένην· καὶ μέντοι καὶ τοῖς ληΐοις δίκην φλογὸς ἐπιοῦσαν, κατεσθιούσης καλάμην. Καὶ πλήθει δὲ παρατετα γμένῳ εἰς πόλεμον ἔοικε, καὶ πετόμεναι, καὶ ἕρπουσαι (συνημμέναι γὰρ ἀλλήλαις ποιοῦσιν ἃ ποιοῦσιν), οἷόν τινα συνασπισμὸν καὶ τάξιν δει κνῦσαι πολεμικήν. ʹ. "Ἀπὸ προσώπου αὐτοῦ, φησὶ, συντριβήσονται λαοί· καὶ πᾶν πρόσωπον, ὡς πρόσκαυμα χύτρας." Τοιαύτην γὰρ ἐπάξει τοῖς ἀνθρώποις τὴν συμφορὰν, ὡς ὑπὸ πυρός τινος μελανθείσῃ χύτρᾳ τὰ τούτων παραβάλλεσθαι πρόσωπα, τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ταύτην ἐργαζομένης τὴν διαφθοράν. ζʹ, ηʹ. "Ὡς μαχηταὶ δραμοῦνται, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη· ἕκαστος ἐν τῇ ὁδῷ αὑτοῦ πορεύσονται, καὶ οὐ μὴ ἐκκλίνωσι τὰς τρίβους αὑτῶν. Καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὑ τοῦ οὐκ ἀφέξεται." Καὶ ταῦτα τοῖς εἰρημένοις παρα πλησίως νοήσωμεν, εἴς τε τοὺς πολεμίους, εἴς τε τὴν ἀκρίδα λαμβάνοντες. Ἔστι γὰρ ἰδεῖν καὶ τὴν ἀκρίδα, τῶν πολεμίων δίκην, καὶ τειχῶν ἐπιβαίνουσαν, κἀν ταῖς ὁδοῖς βαδίζουσαν, καὶ οὐδ' ὑπό τινος ἀνάγ κης σκεδασθῆναι ἀνεχομένην, ἀλλ' οἷον μετά τινος 81.1645 συμπνοίας τὴν ἔφοδον ποιουμένην. "Καταβαρυνόμε νοι ἐν τοῖς ὅπλοις αὑτῶν πορεύσονται, καὶ