1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

33

ἐν τοῖς βέλεσιν αὑτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσιν." Ὅπλα δὲ αἱ μὲν ἀκρίδες ἔχουσι φυσικὰ, ὀδόντας, καὶ πτερὰ, καὶ πριονώδη κῶλα· οἱ δὲ πολέμιοι τὰ ἀπὸ τῆς τέχνης πορισθέντα τῇ φύσει. Ἀλλὰ καὶ οὗτοι, φησὶ, κἀκεῖνοι τοῖς ὅπλοις διηνεκῶς χρήσονται. Καὶ πολεμοῦντες γὰρ ἐν τοῖς σφοδροτέροις πολέμοις, καὶ σιδηροφοροῦντες σιτίων καὶ ὕπνου μεταλαγχά νειν εἰώθασι, τῶν πελαζόντων αὐτοῖς πολεμίων τὰς ἐφόδους δειμαίνοντες· Τὸ οὖν, Πεσοῦνται ἐν τοῖς βέ λεσιν αὑτῶν, τὸ μετὰ τῶν ὅπλων διαναπαύεσθαι λέγει. τὸ δὲ, Οὐ μὴ συντελεσθῶσιν, ἀντὶ τοῦ, κό ρον οὐ λήψονται τῶν πολεμίων· οὐδὲ μὴν αἱ ἀκρί δες τῆς βρώσεως. Εἶτα ἐπάγει, ὡς οὐκ ἀπόχρη τῶν περιβόλων τὸ ὕψος ἐμποδὼν τῇ τούτων εἰσόδῳ γενέ σθαι· ἀλλὰ ῥᾳδίως μὲν ὑπερβήσονται τὰ τείχη, κλέ πταις δὲ παραπλησίως διὰ θυρίδων εἰς τὰς οἰκίας εἰσελεύσονται. Καὶ τοῦτο δὲ οὐ μόνον ὑπὸ πολεμίων, ἀλλὰ καὶ ὑπὸ ἀκρίδων γεγενημένον πολλάκις ἐθεα σάμεθα· οὐ πετόμεναι γὰρ μόνον, ἀλλὰ καὶ κατὰ τῶν τειχῶν ἀνέρπουσαι, διὰ τῶν φωταγωγῶν εἰς τοὺς οἴκους εἰσίασι. ιʹ, ιαʹ. "Πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανός· ὁ ἥλιος καὶ σελήνη συ σκοτάσουσι, καὶ τὰ ἄστρα οὐ δώσουσι τὸ φέγγος αὑ τῶν. Καὶ Κύριος δώσει φωνὴν αὑτοῦ πρὸ προσώπου δυνάμεως αὑτοῦ, ὅτι πολλή ἐστιν ἡ παρεμβολὴ αὐ τοῦ." Ταῦτα δὲ εἰκὸς μὲν καὶ δι' αὐτῶν γενέσθαι τῶν πραγμάτων· φωνὴν γὰρ καλεῖ τὴν βροντὴν, καὶ ἡλίου δὲ καὶ σελήνης ἐκλείψεις πολλάκις γεγενημέ νας ἐθεασάμεθα, καὶ τὰ ἄστρα ὑπὸ αὐχμοῦ τινος ἔστιν ὅτε ἀμυδρὰ γίνεται σφόδρα· καὶ ἡ γῆ δὲ κλο νουμένη, τοῦ Θεοῦ παραδηλοῖ τὴν ὀργήν. Καὶ ἑτέρως δὲ δυνατὸν ταῦτα νοῆσαι· οἱ γὰρ ἐν συμφοραῖς ὄντες, οἷον ἐν σκότῳ τινὶ διάγοντες, οὐ τῆς τῶν οὐρανῶν ἐπαισθάνονται στάσεως, οὐ τὴν γῆν ἀκίνητον ὑπο λαμβάνουσιν εἶναι, οὐκ ἐν φωτὶ τὴν ἡμέραν, οὐκ ἐν αὐγῇ τινι συμμέτρῳ τὴν νύκτα, ἀλλ' ἅπαντα ἄρδην ἀνατετράφθαι νομίζουσι. Τούτοις ἐπάγει· "Ὅτι ἰσχυ ρὰ ἔργα λόγων αὐτοῦ." Ἀντὶ τοῦ, Οὐδεὶς Θεοῦ λόγος ἔρημος ἔργων μένει· ὃ γὰρ ἂν εἴπῃ, τοῦτο εὐθὺς εἰς ἔργον χωρεῖ. "∆ιότι μεγάλη ἡ ἡμέρα τοῦ Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;" Τοιαῦτα, φησὶν, ὑμῖν ὁ τῶν ὅλων Θεὸς ἐπάξει κακὰ, ὥστε κατὰ πᾶσαν ταῦτα δῆλα γενέσθαι τὴν οἰκουμένην. Ἡμέραν γὰρ μεγάλην καὶ ἐπιφανῆ κέκληκε τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησο μένων δεινῶν διατρέχουσαν φήμην. Ἀντιστῆναι δὲ τοῖς ἐπαγομένοις ὑπὸ Θεοῦ κακοῖς οὐδεὶς ἀνθρώπων δυνήσεται. Μετὰ ταύτας τὰς ἀπηχεῖς ἀπειλὰς εἰς παραίνεσιν καὶ συμβουλὴν τρέπει τὸν λόγον, ιβʹ. "Ἐπιστράφητε, λέγων, ἐξ ὅλης τῆς καρδίας ὑμῶν·" μὴ μερίζοντες ταύτην εἰς ἡδονὰς καὶ εὐχὰς ἀλλὰ νηστείᾳ καὶ δάκρυσι χρώμενοι. 81.1648 ιγʹ. "Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν." Τουτέστι, Τοῖς τῆς κατανύξεως χρήσασθε λογισμοῖς, καὶ τὸ ἀπειθὲς τῆς διανοίας καταμαλάξατε, καὶ τὰς ἐπωφελεῖς ὑποδέξασθε συμ βουλὰς, καὶ τὴν τῆς κακίας καταλιπόντες ὁδὸν, τὴν πρὸς Θεὸν ἄγουσαν συντόνως ὁδεύετε· οἴκτου γὰρ καὶ ἐλέου πολλαὶ παρ' αὐτῷ πηγαὶ, καὶ μακροθυμίᾳ χρώμενος οἶδεν εἰς ἔργον μὴ φέρειν τὰς ἀπειλάς. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· "Καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις·" ἀντὶ τοῦ, δεδιττόμενος μὲν ταῖς τῶν κολάσεων ἀπειλαῖς, ταῖς δὲ τῶν ἀνθρώπων ἐπὶ τὸ κρεῖττον μεταβολαῖς συμμεταβάλλων ἐπὶ τὸ θυ μῆρες τὰς ἀπειλάς. Ὁ γὰρ τῶν ὅλων Θεὸς οὐ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα βουλεύεται, οὐδὲ παραπλη σίως ἡμῖν, ἐφ' οἷς πράττει μετανοεῖ· ἀλλὰ καὶ ἀπειλῶν ἔχει παρ' αὑτῷ τὸν ἔλεον, ὃν τοῖς μεταμ ελομένοις ἐφ' οἷς ἐξήμαρτον χορηγεῖ· καὶ ἀγαθὰ ὑπισχνούμενος οἶδε τούς τε ἀγαθοὺς, καὶ τοὺς ἀν αξίους τῶν δωρεῶν· καὶ τοῖς μὲν ταύτας ὀρέγει, τοῖς δὲ τἀναντία ὧν ὑπισχνεῖται δίδωσιν. Ὑποσχέσεσι γὰρ καὶ ἀπειλαῖς πρὸς ὠφέλειαν κέχρηται, ἵνα τὰς μὲν δεδιότες, τὰς δὲ ποθοῦντες, τὴν ἔννομον πολι τείαν ἀσπάσωνται. Εἶτα μετά τινος ἀμφιβολίας ὁ προφήτης τὴν θείαν εὐμένειαν ἐπαγγέλλεται, κἀν τούτῳ τοὺς ἀναισθήτους φοβῶν. ιδʹ. "Τίς οἶδεν, εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται