1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

34

ὀπίσω αὑτοῦ εὐλογίαν, θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν;" Εἰκὸς, φησὶν, ὅτι τὰς ἀπειλὰς καταλιπὼν ἀτελεῖς, τὴν συνήθη τῶν ἀγαθῶν ἡμῖν ἀφθονίαν δωρήσεται, ὥστε καὶ τὴν συνήθη λατρείαν τῷ θυσιαστηρίῳ προσφέρειν. Εὐλο γίαν γὰρ τὴν τῶν ἀγαθῶν ἐκάλεσε χορηγίαν. Μετ' αὐτῆς τοίνυν, φησὶ, τῆς ἐλπίδος, ιεʹ. "Σαλπίσατε σάλπιγγι ἐν Σιών·" ἐν νηστείᾳ καὶ Θεοῦ θεραπείᾳ πάντα συναθροίζοντες τὸν λαὸν, ὥστε πᾶσαν τὴν Ἐκκλησίαν ἐκθύμως τῇ μεταμελείᾳ προσέχειν. Ἡγείσθωσαν δὲ οἱ τὸν πλείονα βεβιωκό τες χρόνον· παρέστω δὲ καὶ πᾶσα ἡλικία, μηδὲ τῶν ὑπομαζίων ὑπολειπομένων βρεφῶν. Καὶ οἱ ἄρτι δὲ δεξάμενοι τὸν τοῦ γάμου ζυγὸν, τὰς γαμηλίους εὐωχίας καταλιπόντες, μετὰ παντὸς τοῦ λαοῦ τὸ τῆς μετανοίας προχείτωσαν δάκρυον. Ὁ δὲ τῶν ἱερέων σύλλογος παρὰ τὰς τοῦ ναοῦ πύλας, καὶ τὸ πρὸ τού των θυσιαστήριον, ὀλοφυρόμενος καὶ ποτνιώμενος, τὸν τῶν ὅλων ἐξιλεούσθω Θεὸν, βοῶν· ιζʹ. "Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;" Ἐνταῦθα μὲν οὖν σαφῶς ἐδίδαξεν, ὅτι περὶ τοῦ Σενναχηρεὶμ ἡ ἱκετεία προσήγετο, δι' ὃν καὶ Ἐζεκίας ὁ βασιλεὺς τὸν μέγαν προφήτην Ἡσαΐαν ἐλιπάρησε τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν προσενεγκεῖν τῷ Θεῷ. Τὰ δὲ ἐπαγόμενα διδάσκει, ὡς καὶ οἱ ἐκ γῆς καρποὶ ταῖς θεηλάτοις 81.1649 πληγαῖς ἐλωβήθησαν. ∆εξάμενος γὰρ τὴν μεταμέ λειαν ὁ ∆εσπότης, ὑπισχνεῖται αὐτοῖς δώσειν καὶ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ δώσειν μετὰ φιλοτιμίας ὅτι πλείστης. Προσέθηκε γὰρ, ὅτι "Ἐμ πλησθήσεσθε αὐτῶν." Τουτέστιν, Εἰς κόρον αὐτῶν ἀπολαύσετε. "Καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδι σμὸν ἐν τοῖς ἔθνεσιν." Κατάλληλος τῇ αἰτήσει ἡ δόσις· ἐπειδὴ γὰρ ἱκετεύοντες ἔλεγον· "Μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;" ἁρμόττουσαν ταῖς ἱκετείαις τὴν ἀπόκρισιν ἐποιήσατο, ὅτι Οὐκ ἐάσω ὑμᾶς ἐπιχάρτους τοῖς ὁμόροις γενέσθαι, ἀλλὰ τῆς παρ' ἐμοῦ μεταδώσω προνοίας, ὥστε γνῶναι κἀκείνους διὰ τῶν εἰς ὑμᾶς γιγνομένων, τοῦ Θεοῦ ὑμῶν τὴν ἰσχύν. κʹ. "Καὶ τὸν ἀπὸ βοῤῥᾶ δὲ ἐκδιώξω ἀφ' ὑμῶν, καὶ ἐξοίσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρῶ μος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὑτοῦ." Τὸν ἀπὸ βοῤῥᾶ τὸν Ἀσσύριον λέγει, ὃν πάλαι μὲν ἀπὸ τῶν Ἱεροσολύμων ἐξήλασε, τοὺς πλείστους αὐτῶν δι' ἀγγέλου κατακοντίσας, μετὰ δὲ ταῦτα Βαβυλωνίων πεποίηκε παρανάλωμα, Βαβυλωνίους δὲ πάλιν τοῖς Πέρσαις παρέδωκε. Θαλάσσας τοίνυν τὰς στρατιὰς καλεῖ πρώτην μὲν τὴν Βαβυλωνίων, ὑφ' ὧν τὰ ἐν Νινευῒ κατελύθη βασίλεια· ἐσχάτην δὲ τὴν Περσῶν. Οὗτοι γὰρ ἡγουμένου τοῦ Κύρου, καὶ εἷλον τὴν Βα βυλῶνα, καὶ τοὺς πλείστους ἀνεῖλον, τοὺς δὲ ἄλλους ἐξηνδραπόδισαν. Σαπρίαν δὲ καὶ βρῶμον τὴν μετὰ τὸν θάνατον δυσωδίαν ἐκάλεσεν· ἀτάφων γὰρ, ὡς ἐν πολέμῳ, τῶν σωμάτων ῥιφέντων, καὶ ταῦτα παρηκο λούθησε. Τοιγάρτοι τούτων, φησὶ, παρ' ἐμοῦ γιγνο μένων, καʹ. "Θάρσει, γῆ, χαῖρε, καὶ εὐφραίνου, ὅτι ἐμε γάλυνε Κύριος τοῦ ποιῆσαι." Καὶ ἵνα μὴ πάντα καταλέγων πέρα τοῦ μετρίου μηκύνω, καὶ τοῖς κτήνεσιν ὁμοίως παρακελεύεται θαῤῥεῖν, ὡς ὄμβρων συνήθως ἐσομένων, καὶ τῆς πόας φανησομένης, καὶ νομῆς ἐσομένης εἰς κόρον, καὶ ἀμπέλων, καὶ συκῶν, καὶ τῶν ἄλλων ἀκροδρύων τοῖς παντοδαποῖς βριθόν των καρποῖς. ∆ῆλον δὲ ὅτι τῇ γῇ καὶ τοῖς κτήνεσιν οὐχ ὡς λογικοῖς διαλέγεται, ἀλλὰ πάντοθεν τοῖς ἀθυμοῦσι ψυχαγωγίαν προσφέρει. ∆ιὸ καταλιπὼν εὐθὺς τὴν ἄψυχον γῆν, καὶ τῶν ἀλόγων τὰ γένη, ἐπὶ τὴν φύσιν μετέβη τὴν λογικήν. κγʹ. "Καὶ τὰ τέκνα Σιὼν, χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν." Τὰς γὰρ ἀναγκαίας ὑμῖν χορηγήσει χρείας, καὶ παρέξει τὸν ὑετὸν εἰς καιρὸν, τόν τε πρώϊμον καὶ τὸν ὄψιμον, καθάπερ καὶ πρόσθεν ἀπελαύετε. Τοσαύτη δὲ ἔσται φορὰ τῶν ὡραίων, ὡς καὶ τὰς ἀλωὰς ὑπὸ τῶν ἀσταχύων στενο χωρεῖσθαι, καὶ τοῦ