1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

36

γράφων βοᾷ, ὅτι "Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσον ται γὰρ ἄνθρωποι φίλαυτοι, φιλάργυροι," καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ἐσχάταις ἡμέραις ἀποστήσονταί τινες τῆς πί στεως, προσέχοντες πνεύμασι πλάνοις," καὶ τὰ ἑξῆς. Ἀλλὰ γὰρ περιττὸν ποιῶ, δεικνύναι τῆς προφητείας πειρώμενος τὴν ἀλήθειαν. Ἄχρις γὰρ καὶ ἡμῶν τοῦτο διεφυλάχθη τὸ δῶρον, καὶ εἰσὶν ἐν τοῖς ἁγίοις ἄνδρες καθαρὸν τῆς διανοίας τὸ ὀπτικὸν ἔχοντες, οἳ πολλὰ τῶν μελλόντων καὶ προγινώσκουσι, καὶ προ λέγουσιν. Οὕτως εἰρηκὼς τὰ μετὰ τὴν πρώτην τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν χορηγηθέντα ὑπὸ τοῦ θείου Πνεύματος δῶρα, προλέγει καὶ τὰ πρὸ τῆς δευτέρας ἐπιφανείας ἐσόμενα. λʹ, λαʹ. "Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ." Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγ γελίοις προηγόρευσεν· "Ἔσται γὰρ, φησὶ, σημεῖα ἐν οὐρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις." Ἡμέραν δὲ μεγάλην καὶ ἐπιφανῆ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ὀνομάζει. Ἐπειδὴ γὰρ κατὰ τὴν προτέραν ἐτέχθη μὲν ὑπὸ πενιχρᾶς γυναικὸς ἐν σπηλαίῳ, τεχθεὶς δὲ ἐπὶ φάτνης ἐτέθη, καὶ ἕως ἤρξατο τῶν θαυμάτων, ἄδηλος ἦν τοῖς πολ 81.1656 λοῖς· ἐρχόμενος δὲ ἐπὶ τῶν νεφελῶν ὀφθήσεται, τῶν μυρίων μυριάδων ἐκείνων ἡγουμένων, καὶ τῶν χιλίων χιλιάδων ὑμνουσῶν, καὶ αὐτῷ κάμπτει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, εἰκότως τὴν ἡμέραν ἐκείνην ἐπιφανῆ προσαγορεύει. λβʹ. "Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται." Ἀλλὰ γὰρ καιρὸς εἰπεῖν τὴν ἀποστολικὴν ἐκείνην φωνήν· "Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσι χωρὶς κηρύσσοντος;" Οὗ χάριν εἰκότως ἐπήγαγεν· "Ὅτι ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζόμενος, καθότι εἶπεν ὁ Κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς Κύριος προσκέ κληκε." Σαφῶς γὰρ ἐνταῦθα τοὺς ἱεροὺς ἡμῖν ἀπο στόλους ἐδήλωσεν, οἳ προσετάχθησαν εὐαγγελίζεσθαι, καὶ λέγειν· "Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν." Ἐν τῷ ὄρει δὲ Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ ἀνασωζόμενον λέγει, σημαίνων, ὡς πᾶς ὁ πιστεύων εἰς τὸν ἐκεῖ σταυρωθέντα καὶ τὰ ὑπὲρ ἡμῶν ἀναδεξάμενον πάθη, σωτηρίας τεύξεται. Μετὰ τὴν πρόῤῥησιν τῶν πνευματικῶν δωρεῶν, εἰς ἑτέραν ὑπόθεσιν τὴν προ φητείαν μετήνεγκε, καὶ προλέγει περὶ τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ, περὶ ὧν καὶ ὁ θεῖος Ἰεζεκιὴλ προεθέ σπισε, καὶ προλέγει, ὡς παμπληθεῖ χρησάμενοι στρα τιᾷ, μετὰ τὴν ἐπάνοδον ἐπιστρατεύσουσι τῇ Ἱερου σαλὴμ, τῶν περιοίκων ἐθνῶν, ὡς εἰκὸς, αὐτοὺς προ τρεπόντων εἰς τοῦτο. Ἐπειδὴ γὰρ περιφανεῖς λίαν καὶ περίβλεπτοι μετὰ τὴν ἐπάνοδον ἐγεγόνεισαν, τοῦ τηνικάδε τῆς οἰκουμένης κρατοῦντος (Κύρος δὲ ἦν ὁ πρῶτος Περσῶν βασιλεύσας), μετὰ δώρων αὐτοὺς καὶ τιμῆς ἁπάσης προπέμψαντος, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι παρεγγυήσαντος, φθόνῳ βαλλόμενοι πλήθη μυρία πανταχόθεν συνήθροισαν, αὔτανδρον λαβεῖν τὴν πόλιν ἐλπίσαντες. Ἀλλ' ἐψεύσθησαν τῆς ἐλπίδος· πανωλεθρίαν γὰρ παρ' αὐτὴν τὴν πόλιν ὑπέμειναν, τοῦ Θεοῦ τῶν ὅλων ὑπερμαχήσαντος, καὶ ὑπ' ἀλλήλων αὐτοὺς ἀναιρεθῆναι παρασκευάσαντος. Ταῦτα ὁ ∆εσπότης διὰ τοῦ θείου Ἰωὴλ προαγορεύων, φησίν·

ΚΕΦΑΛ. Γʹ. αʹ. "Ὅτι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ

ἐκείνῳ." ∆εικνὺς ποίῳ καιρῷ, ἐπ ήγαγεν· "Ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλήμ." Οὐ γὰρ ἐν τῷ τῶν πνευματικῶν χαρισμάτων καιρῷ, ἀλλ' εὐθὺς μετὰ τὴν ἀπὸ Βαβυ λῶνος ἐπάνοδον, βʹ. "Συνάξω, φησὶ, πάντα τὰ ἔθνη." Ἀντὶ τοῦ, Συναχθῆναι συγχωρήσω, καὶ τὴν πρώτην αὐτῶν ὁρμὴν οὐ κωλύσω· τοῦτο γὰρ λέγει συνάξω· οὐ γὰρ ἄκοντας ἦγεν, ἀλλὰ βουλομένους ἐλθεῖν οὐκ ἐκώλυσεν, "Καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα τοῦ Ἰωσα 81.1657 φὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς