1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

39

δωρεῶν ἀξιώσαντα θερμῶς ἀγαπῶντες διατελέσωμεν, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ὑποσχέσεων, ὧν εἴη πάντας ἡμᾶς τυχεῖν χάριτι τοῦ σεσωκότος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ. ΥΠΟΘΕΣΙΣ. Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα ἡμῶν,

ᾗ φησιν ἡ θεία Γραφὴ, εἰδὼς τῆς τοῦ Ἰσραὴλ καρδίας τὸ σκληρὸν καὶ ἀντίτυπον, οὐ δι' ἑνὸς αὐτῷ μόνου διαλέγεται προφήτου, ἀλλὰ πολλοῖς καὶ θαυμασίοις ἀνδράσι χρώμενος ὑπουργοῖς, καὶ τὰς παραινέσεις προσ φέρει, καὶ τὰ ἐσόμενα προθεσπίζει, τῇ τῶν πλειό νων συμφωνίᾳ δεικνὺς τὸ τῶν προῤῥήσεων ἀψευδές. Τούτων εἷς ἐστι καὶ ὁ θεσπέσιος Ἀμώς· τοῖς γὰρ θαυμασίοις ἐκείνοις Ὡσηὲ καὶ Ἰωὴλ, καὶ κατὰ τὸν αὐτὸν ἐγένετο χρόνον, καὶ ταὐτὰ προεθέσπισε περί τε Ἀσσυρίων καὶ Βαβυλωνίων, καὶ τῆς ἐκεῖθεν ἐπανόδου, καὶ τῶν μετὰ τὴν ἐπάνοδον συμβησομέ νων. Ὀλίγα δὲ πρότερον κατὰ τῶν ὁμόρων ἐθνῶν προαγορεύσας, οὕτω τῆς περὶ τοῦ Ἰσραὴλ ἤρξατο προφητείας. Μεγίστην δὲ καὶ διὰ ταυτησὶ τῆς προῤῥήσεως ὠφέλειαν Ἰουδαίοις προσήνεγκεν· ἐδίδαξε γὰρ, ὡς οὐκ αὐτοὺς μόνους ἐλεεῖν καὶ παι δεύειν δύναται τῶν ὅλων ὁ Κύριος, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, ἅτε δὴ ποιητὴς ἁπάντων ὢν καὶ δημιουρ γός. Πρὸς δὲ τούτοις καὶ ὅσην αὐτῶν ποιεῖται κη δεμονίαν δεδήλωκε, τοὺς ἀδικεῖν αὐτοὺς πειρωμένους κολάζων. Αὕτη μὲν οὖν τῆς ἐν χερσὶ προφητείας ἡ ὑπόθεσις· ἐκ δὲ τῆς κατὰ μέρος ἑρμηνείας, ἀκρι βέστερον τῶν θείων λογίων μαθησόμεθα τὴν διά νοιαν. 81.1665

ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. "Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Καριαθιαρεὶμ ἐκ Θεκουὲ, οὓς

εἶδεν ἐπὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμβασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ." Ἐδίδαξεν ἡμᾶς ὁ προφήτης, ὡς ἐκ Θεκουὲ ὁρμώ μενος ἐν τῇ Καριαθιαρεὶμ τῆς θείας ἀποκαλύψεως ἔτυχε, καὶ ὅτι προσετάχθη περὶ τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιεῖσθαι· διδάσκει δὲ καὶ τῆς προφη τείας τὸν χρόνον· τούτου γὰρ χάριν καὶ τῶν βασι λέων τὴν μνήμην πεποίηται, Ὀζίου βασιλέως Ἰούδα, καὶ Ἱεροβοὰμ βασιλέως Ἰσραήλ. ∆ῆλος δέ ἐστιν οὐ περὶ τῆς Ἱερουσαλὴμ μόνης, ἀλλὰ καὶ περὶ τῶν δέκα φυλῶν τὰς προῤῥήσεις ποιούμενος· οὗπερ εἵνεκα καὶ τοῦ Ἱεροβοὰμ ἐμνημόνευσεν, ὃς ἐκείνων κατ' ἐκεῖνον ἐβασίλευσε τὸν καιρόν. Ἐπειδὴ δὲ πολὺν ἑκάτερος αὐτῶν ἐβασίλευσε χρόνον (Ὀζίας μὲν γὰρ δύο καὶ πεντήκοντα ἡγεμόνευσεν ἔτη, Ἱερο βοὰμ δὲ ἓν καὶ τεσσαράκοντα), εἰκότως τοῦ σεισμοῦ δεδήλωκε τὸν καιρὸν, καὶ ἔφη τοῦτον μετὰ δύο τῆς προφητείας ἐνιαυτοὺς γεγενῆσθαι, ἵνα διδάξῃ σαφῶς, ὁπηνίκα τοὺς θείους λόγους πρὸς τὸν λαὸν ἐποιήσατο. Τινὲς δὲ τοῖς χρόνοις οὐκ ἀκριβῶς προσεσχηκότες, τοῦτον ὑπέλαβον γεγενῆσθαι τὸν σεισμὸν, ἡνίκα Ἡσαΐας ὁ μέγας, μετὰ τὴν Ὀζίου τελευτὴν, εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπ ηρμένου, ὅτε τὸ ὑπέρθυρον ἀπὸ τῆς τῶν Σεραφὶμ ἐπήρθη φωνῆς· ἐγὼ δὲ, τοὺς χρόνους ἐρευνήσας, ηὗρον τοῦτο ψευδές. Εἰ γὰρ μετὰ τὴν Ὀζίου τελευ τὴν ὁ σεισμὸς ἐγένετο, πρὸ δύο δὲ ἐτῶν τῆς προφη τείας ἐποιήσατο τὴν ἀρχὴν ὁ μακάριος Ἀμὼς, τὸ πεντηκοστὸν ἦν ἔτος τῆς Ὀζίου βασιλείας· πεντή κοντα γὰρ καὶ δύο βεβασίλευκεν ἔτη. Ἀλλ' ὁ Ἱεροβοὰμ κατὰ τοῦτον οὐ περιῆν τὸν καιρόν· ἐν γὰρ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει τῆς τούτου βασιλείας, Ὀζίας τὴν τῆς βασιλείας χειροτονίαν ἐδέξατο. ∆ῆλον τοίνυν ἀπὸ τῶν χρόνων, ὡς