1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

40

κατὰ τὴν ἀρχὴν τοῦ Ὀζίου βασιλείας αἱ τοῦ θεσπεσίου Ἀμὼς προῤῥήσεις ἐγένοντο, ἐπειδὴ τοῦ Ἱεροβοὰμ ἔτι περιόντος καὶ βασιλεύοντος ἔφη δέξασθαι τῆς προφητείας τὸ χάρισμα. Οὕτως ὑποδείξας τὸν τῆς προφη τείας καιρὸν, διδάσκει καὶ ποίοις προοιμίοις ἐχρήσατο. βʹ. "Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὑτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου." Ἐπειδὴ γὰρ μέλλει τοῖς πλησιο χώροις ἔθνεσιν ἀλγεινὰ προαγορεύειν, ἀναγκαίως διδάσκει, πόθεν αἱ κατὰ τούτων ἐκφέρονται ψῆφοι· ἀπὸ γὰρ τῆς Ἱερουσαλὴμ, φησὶ, καὶ τοῦ Σιὼν ὄρους, τοῦ Θεοῦ τῶν ὅλων φθεγξαμένου, καὶ τῶν τιμωριῶν τὰς ἀποφάσεις ποιησαμένου, πενθήσουσι μὲν οἱ ποιμένες, ἅτε δὴ τροφὴν τοῖς ὑπ' αὐτῶν ποιμαινο μένοις οὐχ εὑρίσκοντες θρέμμασιν· ἅπας δὲ ὁ Κάρ 81.1668 μηλος μέχρις αὐτῆς τῆς ἀκρωρείας, στερηθήσεται τῆς τῶν καρπῶν ἀφθονίας. Ταῦτα δὲ καὶ κατὰ τὴν ἱστορίαν μὲν συνέβη, διά τε τὴν ἀνομβρίαν, καὶ τὴν ἀκρίδα, καὶ τὴν κάμπην, καὶ τὰς ἄλλας, ἃς ὁ δί καιος αὐτοῖς κριτὴς ἐπενήνοχε μάστιγας. Παραδηλοῖ δὲ ὅμως διὰ τούτων καὶ ἕτερα, καὶ καλεῖ κορυφὴν μὲν Καρμήλου τὸν Ἰσραήλ· τῆς γὰρ ἐπηγγελμένης γῆς καὶ οὗτος ἦν μόριον. "Εἰσήγαγον γὰρ, φησὶν, ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ." Ποιμένας δὲ ὀνομάζει τῶν ὁμόρων ἐθνῶν τοὺς βασιλέας· νομὰς δὲ τοὺς τούτων ὑπηκόους, οὐ μόνον ὅτι δασμὸν αὐτοῖς καὶ φόρον οἷόν τινα νομὴν προσεκόμιζον, ἀλλ' ὅτι καὶ ὑπ' αὐτῶν διετέλουν νεμόμενοι. Λέγει τοίνυν, ὅτι ὁ μὲν τῶν ὅλων Θεὸς ἀπὸ τοῦ Σιὼν ὄρους, καὶ τῆς Ἱερουσαλὴμ πόλεως, καὶ τὰ ἄλλα ἔθνη τὰ πλησιό χωρα παντοδαποῖς περιβληθήσεται κακοῖς κατὰ τὴν θείαν ἀπόφασιν. Εἶτα κατὰ μέρος καὶ τὰς πλημμελείας τῶν ἐθνῶν ἐξηγεῖται, καὶ τὰς ἐπενεχθεί σας αὐτοῖς τιμωρίας διδάσκει. γʹ. "Καὶ εἶπε Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις ∆αμασκοῦ, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφή σομαι αὐτοὺς, ἀνθ' ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν." Ἀποστρε φόμενος ὁ Θεὸς οὐ δοκεῖ ὁρᾷν τῶν ἀνθρώπων τὰ πλημμελήματα· οὗπερ εἵνεκα καὶ ὁ μακάριος ∆α βὶδ προσεύχεται, λέγων· "Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου." Ἡνίκα δὲ κολάζει, αὐτὸς ὁ Θεὸς λέγει· "Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, καὶ ἐπιβλέψομαι ἐπὶ τὰς ἀδικίας ὑμῶν." Τὸ οὖν, Οὐκ ἀποστραφήσομαι, ἀντὶ τοῦ, Οὐκέτι μακροθυμήσω, οὐδὲ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν· ἀλλ' ὄψομαι ἃ πρό τερον διὰ μακροθυμίαν οὐκ ἐδόκουν ὁρᾶν. Τὸ δὲ ἐπὶ ταῖς τρισὶ, καὶ ἐπὶ ταῖς τέσσαρσι, τὸ πλῆθος σημαίνει. Λέγει τοίνυν, ὅτι Πολλὰ πολλάκις τῆς ∆αμασκοῦ πεπλημμεληκυίας ἐπὶ πλεῖστον ἀνασχό μενος, νῦν οὐκέτι μακροθυμήσω, οὐδὲ ἀποστραφή σομαι, ὥστε αὐτῶν μὴ ἰδεῖν τὰς ἀῤῥήτους παρανο μίας· διαφερόντως δὲ ἃς κατὰ τῶν Γαλααδιτῶν τετολμήκασιν, ὠμότητι κατ' αὐτῶν καὶ θηριωδίᾳ χρησάμενοι, ὡς καὶ τὰς κυοφορούσας διαπρῖσαι γυναῖκας. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἐδίδαξεν, εἰρηκώς· "Ἀνθ' ὧν ἠλώησαν τροχοῖς σιδηροῖς τὴν Γαλαάδ." Τὴν αὐτὴν δὲ διάνοιαν καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων τεθείκασι. Μανθάνομεν τοίνυν, ὡς εἰς ἅλω τινὰ βάλλοντες τὰς προειρημένας γυναῖκας, τοῖς πριονοειδέσι τροχοῖς δίκην αὐτὰς ἀσταχύων ὠμῶς κατηλώησαν. Ἡ δὲ Γαλαὰδ πόλις ἦν καὶ αὕτη τοῦ Ἰσραὴλ, εἰς ἣν οἱ τὴν ∆αμασκὸν οἰκοῦντες τετολμήκασι ταῦτα. Οὕτω τὴν παρανομίαν ὑποδεί ξας, ἐπάγει τὴν τιμωρίαν. δʹ. "Καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαήλ." Βασιλεὺς δὲ οὗτος ἐγεγόνει τῆς ∆αμασκοῦ. "Καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ." Τοῦτόν τινες ὑπέλαβον πατέρα τοῦ Ἀζαὴλ, διελόντες δίχα τὸ ὄνομα, καὶ χωρὶς μὲν τὸν υἱὸν, χωρὶς δὲ τὸν Ἄδερ 81.1669 νοήσαντες· ἔστι δὲ ἓν ὄνομα· Βαραδὰδ γὰρ κέκλη ται τῇ Ἑβραίων καὶ τῇ Σύρων φωνῇ, καὶ ἔστιν οὐ πατὴρ, ἀλλ' υἱὸς τοῦ Ἀζαὴλ, ὡς ἡ τετάρτη τῶν Βασιλειῶν ἱστορία διδάσκει. Ἐπ' αὐτοῦ δὲ καὶ τὸν ὄλεθρον ἡ ∆αμασκὸς ὑπέμεινε· διὸ καὶ ἡ προφητεία φησί· "Καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ· τουτέστι, Πρόῤῥιζον αὐτῆς ἀνασπάσω τὴν βασι λείαν. εʹ "Καὶ συντρίψω μοχλοὺς ∆αμασκοῦ."